§9.42.1Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγὸς καὶ Δωρίμαχος ὁ τῶν Αἰτωλῶν, τοῦ Φιλίππου πολιορκοῦντος τὴν Ἐχιναιῶν πόλιν, καὶ τὰ πρὸς τὸ τεῖχος καλῶς ἀσφαλισαμένου καὶ τὰ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ στρατοπέδου τάφρῳ καὶ τείχει ὀχυρωσαμένου, παραγενόμενοι αὐτοί, §9.42.2ὁ μὲν Πόπλιος στόλῳ, ὁ δὲ Δωρίμαχος πεζικῇ καὶ ἱππικῇ δυνάμει, καὶ προσβαλόντες τῷ χάρακι καὶ ἀποκρουσθέντες, τοῦ Φιλίππου μᾶλλον ἰσχυρῶς ἀγωνισαμένου, §9.42.3ἀπελπίσαντες οἱ Ἐχιναιεῖς παρέδοσαν ἑαυτοὺς τῷ Φιλίππῳ.
Publius, the Roman commander, and Dorimachus, the Aetolian commander, when Philip was besieging the city of the Echinatians and had well secured the side facing the wall and fortified the side facing the outer front of the camp with a trench and wall, arrived there in person; Publius with a fleet and Dorimachus with an army of infantry and cavalry, and having attacked the rampart and been repulsed, since Philip fought more vigorously, the Echinatians, falling into despair, surrendered themselves to Philip.
§9.42.4οὐ γὰρ οἷοί τε ἦσαν οἱ περὶ τὸν Δωρίμαχον τῇ τῶν δαπανημάτων ἐνδείᾳ ἀναγκάζειν τὸν Φίλιππον, ἐκ θαλάττης ταῦτα ποριζόμενον. ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης, §9.42.5[οἱ] Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὴ διεκλάπησαν, ἐδέοντο τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς πόλεις περὶ λύτρων·
For Dorimachus and his men were unable to force Philip by a shortage of supplies, as he procured these from the sea. ὅτι When Aegina was captured by the Romans, the Aeginetans, having been gathered onto the ships—as many as had not slipped away—entreated the commander to allow them to send envoys to their kindred cities concerning a ransom.
§9.42.6ὁ δὲ Πόπλιος τὸ μὲν πρῶτον πικρῶς ἀντέφη, φάσκων, ὅτʼ ἦσαν αὑτῶν κύριοι, τότε δεῖν διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους περὶ σωτηρίας, μὴ νῦν δούλους γεγονότας· §9.42.7τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μηδὲ λόγου καταξιώσαντας τοὺς παρʼ αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγονότας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς οὐκ εὔηθες εἶναι;
But Publius at first refused harshly, saying that when they were masters of themselves, that was the time they ought to have negotiated for safety with their superiors, and not now when they had become slaves; and how could it not be foolish, when they themselves had a short time before deemed his envoys worthy of not even a word, now that they had fallen into his hands, to demand to send envoys to their kindred?
§9.42.8καὶ τότε μὲν ἀπέπεμψε τοὺς ἐντυγχάνοντας ταῦτʼ εἰπών· τῇ δʼ ἐπαύριον συγκαλέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν οὐδὲν ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ λοιπῶν Ἑλλήνων ἕνεκα συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρʼ αὐτοῖς ἔθος ἐστίν.
And for that time indeed he dismissed those who approached him with these words; but on the following day, having summoned all the prisoners together, he said that while he owed no humanity to the Aeginetans, yet for the sake of the other Greeks he allowed them to send envoys concerning the ransom, since this was the custom among them.