Humanitext Reader

波利比奥斯 · 历史 §9.28.1-9.28.8

马其顿对希腊的征服与破坏历史

第 629 段,共 1311 段 · 希腊语

内容简介

演说者回顾了马其顿统治希腊的历史,详细描述了腓力二世摧毁奥林索斯和削弱斯巴达的过程,以及亚历山大随后对底比斯的毁灭。

§9.28.1ὅτι μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδʼ ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι· σκοπεῖν δʼ οὕτως ἔξεστιν.
莱克代蒙的人们啊,我相信没有人敢否认马其顿人的统治成为了希腊人奴役的开始;而我们可以通过以下方式来审视这一点。
§9.28.2ἦν τι σύστημα τῶν ἐπὶ Θρᾴκης Ἑλλήνων, οὓς ἀπῴκισαν Ἀθηναῖοι καὶ Χαλκιδεῖς, ὧν μέγιστον εἶχε πρόσχημα καὶ δύναμιν ἡ τῶν Ὀλυνθίων πόλις.
曾经有一个由雅典人和卡尔基斯人殖民的色雷斯地区希腊人的联盟,其中奥林索斯人的城市拥有最大的声望和力量。
§9.28.3ταύτην ἐξανδραποδισάμενος Φίλιππος καὶ παράδειγμα ποιήσας οὐ μόνον τῶν ἐπὶ Θρᾴκης πόλεων ἐγένετο κύριος, ἀλλὰ καὶ Θετταλοὺς ὑφʼ αὑτὸν ἐποιήσατο διὰ τὸν φόβον.
腓力奴役了这座城市并将其作为警示,不仅成为了色雷斯诸城市的统治者,而且通过恐惧将帖撒利亚人也置于自己的统治之下。
§9.28.4μετʼ οὐ πολὺ δὲ μάχῃ νικήσας τοὺς Ἀθηναίους ἐχρήσατο μεγαλοψύχως τοῖς εὐτυχήμασιν, οὐχ ὅπως Ἀθηναίους εὖ ποιήσῃ, πολλοῦ γε δεῖν, ἀλλʼ ἵνα διὰ τῆς πρὸς ἐκείνους εὐεργεσίας προκαλέσηται τοὺς ἄλλους εἰς τὸ ποιεῖν ἐθελοντὴν αὐτῷ τὸ προσταττόμενον.
不久之后,他在战斗中击败了雅典人,却极其宽大地下场处理了他的胜利,这绝非是为了向雅典人施恩——远非如此——而是为了通过对他们的恩惠,引导其他人自愿执行他的命令。
§9.28.5ἦν ἔτι τὸ τῆς ὑμετέρας πόλεως ἀξίωμα, δοκοῦν ἂν σὺν καιρῷ προστήσεσθαι τῶν Ἑλλήνων.
当时你们城市的声望依然存在,人们认为一旦时机成熟,它就会领导希腊人。
§9.28.6τοιγαροῦν πᾶσαν ἱκανὴν ποιησάμενος πρόφασιν ἧκε μετὰ τῶν δυνάμεων, καὶ κατέφθειρε μὲν τέμνων τὴν γῆν, κατέφθειρε δʼ αἴθων τὰς οἰκίας.
因此,他找寻了所有充分的借口,率领军队前来,通过砍伐庄稼来破坏土地,通过焚烧房屋来摧毁家园。
§9.28.7τὸ δὲ τελευταῖον ἀποτεμόμενος καὶ τὰς πόλεις καὶ τὴν χώραν ὑμῶν προσένειμε τὴν μὲν Ἀργείοις, τὴν δὲ Τεγεάταις καὶ Μεγαλοπολίταις, τὴν δὲ Μεσσηνίοις, ἅπαντας βουλόμενος καὶ παρὰ τὸ προσῆκον εὐεργετεῖν, ἐφʼ ᾧ μόνον ὑμᾶς κακῶς ποιεῖν.
最后,他割占了你们的城市和领土,将一部分分给阿哥斯人,另一部分分给特革亚人和美格洛波利斯人,还有一部分分给麦塞尼亚人,他希望甚至是不合情理地向所有人施加恩惠,其唯一目的就是为了伤害你们。
§9.28.8διεδέξατο παρʼ αὐτοῦ τὴν ἀρχὴν Ἀλέξανδρος.
亚历山大从他手里继承了统治权。
οὗτος πάλιν ὑπολαβὼν βραχύ τι τῆς Ἑλλάδος ἔναυσμα καταλείπεσθαι περὶ τὴν Θηβαίων πόλιν, τίνα τρόπον αὐτὴν διέφθειρε, πάντας ὑμᾶς οἴομαι κατανοεῖν.
这位统治者同样认为在底比斯人的城市周围还留存着希腊自由的微弱火种,我相信你们所有人都非常清楚他是以何种方式将其彻底摧毁的。

词汇与语法注释

  1. 9.28.1ὅτι μὲν οὖν... τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδʼ ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι — 句首的连词 ὅτι 引导的名词从句在句法上充当主句动词 πέπεισμαι(“我确信”)的宾语,但为了修辞上的强调而被置于句首(先行结构)。短语 οὐδʼ ἄλλως εἰπεῖν(“不作他言”)强调没有人敢于否认马其顿人的统治是希腊人被奴役的开始这一事实。
  2. 9.28.4οὐχ ὅπως Ἀθηναίους εὖ ποιήσῃ, πολλοῦ γε δεῖν — 短语 οὐχ ὅπως 表示对目的或原因的否定(“并非为了向雅典人施恩”)。紧随其后的插入语 πολλοῦ γε δεῖν 是一个使用非人称动词 δεῖ 的绝对不定式惯用表达,意为“远非如此”或“绝非如此”,极大地增强了前述否定的语气。
  3. 9.28.5δοκοῦν ἂν σὺν καιρῷ προστήσεσθαι τῶν Ἑλλήνων — 中性单数分词 δοκοῦν 修饰前述名词 ἀξίωμα(“声望”)或起对格绝对学结构的作用。语气助词 ἄν 修饰将来时不定式 προστήσεσθαι 在后古典希腊语中是一种罕见或破格的语法形式,用以表达潜在的将来语气:“人们认为,一旦时机(καιρός)成熟,它就会领导希腊人”。
  4. 9.28.7ἐφʼ ᾧ μόνον ὑμᾶς κακῶς ποιεῖν — 介词短语 ἐφʼ ᾧ(ἐπί 结合关系代词与格)后接不定式(ποιεῖν),引入一个表示条件或目的的从句,意为“在……的条件下”或“为了……的目的”。在此处,它揭示了腓力向邻近城市(如阿哥斯等)施予恩惠的真实意图,即以伤害并孤立斯巴达为条件。

引用这一段

波利比奥斯, 历史 §9.28.1-9.28.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.28.1-9.28.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。