Humanitext Reader

波利比奥斯 · 历史 §9.30.1-9.30.9

腓力五世的暴虐与反马其顿结盟之劝说

第 631 段,共 1311 段 · 希腊语

内容简介

艾托利亚使者指出了腓力五世的不敬与残酷,并陈述了艾托利亚人过去的功绩,以此论证在罗马和阿塔罗斯国王参战的当前局势下,无需畏惧马其顿及其盟友亚该亚人。

§9.30.1περί γε μὴν τῆς Φιλίππου παρανομίας τίς χρεία πλείω λέγειν;
至于菲利普的无法无天,又何需多言?
§9.30.2τῆς μὲν γὰρ εἰς τὸ θεῖον ἀσεβείας ἱκανὸν ὑπόδειγμʼ αἱ περὶ τοὺς ἐν Θέρμῳ ναοὺς ὕβρεις, τῆς δʼ εἰς τοὺς ἀνθρώπους ὠμότητος ἡ περὶ τοὺς Μεσσηνίους ἀθεσία καὶ παρασπόνδησις
因为他对神明的不敬,其充分的明证就是他在瑟蒙对神殿的暴行;而他对人类的残虐,其明证则是他对美塞尼亚人的背信弃义和撕毁条约。
§9.30.3Αἰτωλοὶ γὰρ μόνοι μὲν τῶν Ἑλλήνων ἀντωφθάλμησαν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς τῶν ἀδίκως ἀκληρούντων ἀσφαλείας, μόνοι δὲ πρὸς τὴν Βρέννου καὶ τῶν ἅμα τούτῳ βαρβάρων ἔφοδον ἀντέστησαν, μόνοι δὲ καλούμενοι συνηγωνίζοντο, §9.30.4βουλόμενοι τὴν πάτριον ἡγεμονίαν τῶν Ἑλλήνων ὑμῖν συγκατασκευάζειν.
因为在希腊人中,只有艾托利亚人为了那些遭受不公不幸之人的安全而直面安提帕特,只有他们抵抗了布伦努斯及其随行蛮族的入侵,也只有他们在受到召唤时与你们并肩作战,渴望协助你们共同确立希腊人祖传的霸权。
ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.
那么,关于这些事情,我们且言尽于此。
§9.30.5περὶ δὲ τοῦ νῦν ἐνεστῶτος διαβουλίου γράφειν μὲν καὶ χειροτονεῖν ἀναγκαῖόν πώς ἐστιν ὡς περὶ πολέμου βουλευομένοις, τῇ μέντοι γʼ ἀληθείᾳ μὴ νομίζειν τοῦτον εἶναι πόλεμον.
然而,关于当前正面临的商议,虽然作为正在审议战争的人,在某种程度上必须起草决议并进行投票,但实际上,不应认为这是一场战争。
§9.30.6Ἀχαιοὺς μὲν γὰρ οὐχ οἷον διανοησομένους βλάπτειν ὑμῶν τὴν χώραν, μεγάλην δὲ χάριν ἕξειν αὐτοὺς ὑπολαμβάνω τοῖς θεοῖς, ἐὰν δύνωνται τὴν ἰδίαν τηρεῖν, ἐπειδὰν αὐτοῖς ὁ πόλεμος ὑπʼ Ἠλείων καὶ Μεσσηνίων διὰ τὴν πρὸς ἡμᾶς συμμαχίαν, ἅμα δὲ τούτοις ὑφʼ ἡμῶν περισταθῇ.
因为我推测,亚该亚人非但不会图谋危害你们的领土,而且,当埃利斯人和美塞尼亚人因与我们的盟约、同时我们自己也向他们发起包围式的战争时,如果他们能保卫自己的领土,他们就会对神明感激不尽。
§9.30.7Φίλιππον δὲ πάντως πέπεισμαι λήξειν τῆς ὁρμῆς κατὰ μὲν γῆν ὑπʼ Αἰτωλῶν πολεμούμενον, κατὰ δὲ θάλατταν ὑπό τε Ῥωμαίων καὶ τοῦ βασιλέως Ἀττάλου.
而关于菲利普,我完全确信他将终止其攻势,因为他在陆地上受到艾托利亚人的打击,在海上则受到罗马人和阿塔罗斯国王两方的打击。
§9.30.8λίαν δʼ εὐμαρῶς ἔστι συλλογίσασθαι τὸ μέλλον ἐκ τῶν ἤδη γεγονότων.
从已经发生的事情中推测未来是极其容易的。
§9.30.9εἰ γὰρ πρὸς μόνους Αἰτωλοὺς πολεμῶν μηδέποτε δυνατὸς ἦν χειρώσασθαι τούτους, ἦ που συμβεβηκότων ἀξιόχρεως ἂν εἴη πρὸς τὸν ἐνεστῶτα πόλεμον;
因为如果他仅在与艾托利亚人单打独斗时都绝无能力征服他们,那么在如今这些事态发生之后,难道他还能在当前的战争中支撑得住吗?

词汇与语法注释

  1. §9.30.5μὴ νομίζειν — 虽然它可以受前半句中表示必要的非人称表达“必须”(ἀναγκαῖόν ἐστι)的支配,但此处更自然地被解释为表示命令或劝告的不定式(命令式不定式),敦促听众不要认为这是一场战争。
  2. §9.30.6οὐχ οἷον — 伴随分词或不定式,表示“非但不……(反而)”的强烈否定惯用语。此处与将来时分词 διανοησομένους 连用,表示亚该亚人绝无危害领土的图谋。
  3. §9.30.9συμβεβηκότων — 不及物动词 συμβαίνω 的完成时中性复数分词构成的属格绝对结构,省略了主语。在上下文中,它指代前一句提到的新事态(罗马人和阿塔罗斯国王的介入),意为“在如今这些事态发生之后”。

引用这一段

波利比奥斯, 历史 §9.30.1-9.30.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.30.1-9.30.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。