Humanitext Reader

波利比奥斯 · 历史 §9.23.1-9.23.9

境遇与友人影响下的人性转变

第 623 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯引用阿加托克勒斯、克莱奥梅尼、雅典、斯巴达以及腓力国王等历史人物和城邦的例子,论证了人的本性由于局势的变化和朋友的影响会发生相反的转变并被遮蔽。

§9.23.1γνοίη δʼ ἄν τις ἐπὶ πολλῶν τῶν ἤδη γεγονότων ἐπιστήσας.
如果有人将注意力转向许多已经发生的事情,任何人都会明白这一点。
§9.23.2τίς γὰρ Ἀγαθοκλέα τὸν Σικελίας τύραννον οὐχ ἱστόρηκε διότι δόξας ὠμότατος εἶναι κατὰ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν κατασκευὴν τῆς δυναστείας, μετὰ ταῦτα νομίσας βεβαίως ἐνδεδέσθαι τὴν Σικελιωτῶν ἀρχὴν πάντων ἡμερώτατος δοκεῖ γεγονέναι καὶ πρᾳότατος;
因为,关于西西里的僭主阿加托克勒斯,谁没有记载过这样一件事:虽然在最初的夺权和建立统治时,他被认为极其残酷,但在此之后,因认为自己已牢固地掌握了对西西里人的统治,他便被认为成了所有人中最温和、最宽大的人?
§9.23.3ἔτι δὲ Κλεομένης ὁ Σπαρτιάτης οὐ χρηστότατος μὲν βασιλεύς, πικρότατος δὲ τύραννος, εὐτραπελώτατος δὲ πάλιν ἰδιώτης καὶ φιλανθρωπότατος;
此外,斯巴达的克莱奥梅尼难道不是一位最杰出的国王,却又是一个最残酷的僭主,而另一方面,又是一个最风趣的平民和最富有仁爱之心的人吗?
§9.23.4καίτοι γʼ οὐκ εἰκὸς ἦν περὶ τὰς αὐτὰς φύσεις τὰς ἐναντιωτάτας διαθέσεις ὑπάρχειν· ἀλλʼ ἀναγκαζόμενοι ταῖς τῶν πραγμάτων μεταβολαῖς συμμετατίθεσθαι τὴν ἐναντίαν τῇ φύσει πολλάκις ἐμφαίνουσι διάθεσιν ἔνιοι τῶν δυναστῶν πρὸς τοὺς ἐκτός, ὥστε μὴ οἷον ἐλέγχεσθαι τὰς φύσεις διὰ τούτων, τὸ δʼ ἐναντίον ἐπισκοτεῖσθαι μᾶλλον.
然而,在同一本性中存在极其相反的特质是不大可能的;相反,一些统治者由于被迫随着局势的变化而发生转变,往往向外界展示出一种与自身本性相反的特质,以至于他们的本性不仅没有通过这些事情受到检验,反而更多地被遮蔽了。
§9.23.5τὸ δʼ αὐτὸ καὶ διὰ τὰς τῶν φίλων παραθέσεις εἴωθε συμβαίνειν οὐ μόνον ἡγεμόσι καὶ δυνάσταις καὶ βασιλεῦσιν, ἀλλὰ καὶ πόλεσιν.
同样的事情,由于朋友的劝说,不仅常发生在领导者、统治者和国王身上,也常发生在城邦身上。
§9.23.6Ἀθηναίων γοῦν εὕροι τις ἂν ὀλίγα μὲν τὰ πικρά, πολλὰ δὲ τὰ χρηστὰ καὶ σεμνὰ τῆς πολιτείας Ἀριστείδου καὶ Περικλέους προεστώτων, Κλέωνος δὲ καὶ Χάρητος τἀναντία·
至少在雅典人那里,人们会发现,在阿里斯提德和伯里克利掌权时,政务中残酷的事极少,而有益且庄严的事极多;但在克里昂和卡雷斯掌权时,情况却恰恰相反。
§9.23.7Λακεδαιμονίων δʼ ἡγουμένων τῆς Ἑλλάδος ὅσα μὲν διὰ Κλεομβρότου τοῦ βασιλέως πράττοιτο, πάντα συμμαχικὴν εἶχε τὴν αἵρεσιν, ὅσα δὲ διʼ Ἀγησιλάου, τοὐναντίον·
当拉刻代蒙人统治希腊时,凡是通过国王克勒翁布罗托斯所做的事,都带有倾向同盟者的方针,而凡是通过阿格西劳斯所做的事,则恰恰相反。
§9.23.8ὥστε καὶ τὰ τῶν πόλεων ἔθη ταῖς τῶν προεστώτων διαφοραῖς συμμεταπίπτειν.
以至于城邦的风气也会随着领导者的不同而发生相应的转变。
§9.23.9Φίλιππος δʼ ὁ βασιλεύς, ὅτε μὲν Ταυρίων ἢ Δημήτριος αὐτῷ συμπράττοιεν, ἦν ἀσεβέστατος, ὅτε δὲ πάλιν Ἄρατος ἢ Χρυσόγονος, ἡμερώτατος.
至于腓力国王,当陶里翁或德米特里与他共事时,他就极其不敬;而当阿拉图斯或克里索戈努斯与他共事时,他就极其温和。

词汇与语法注释

  1. 9.23.1ἐπιστήσας — 分词作条件状语,意为“如果加以注意”。此处作不及物动词使用,省略了表示“心/注意力”的 τὸν νοῦν。
  2. 9.23.2Ἀγαθοκλέα τὸν Σικελίας τύραννον — 提前置语(prolepsis)结构。该名词短语在语法上作为主句动词 ἱστόρηκε 的宾语,但在语义上则是紧随其后的从句(此处 διότι 相当于 ὅ提 引导的宾语从句)中实际的主语。
  3. 9.23.4μὴ οἷον — 习惯表达(οὐχ οἷον / μὴ οἷον),意为“非但没有……(反而)”,常与后面的对比句(τὸ δʼ ἐναντίον...)连用,强烈否定前者的可能性。在此处指本性“不仅没有受到检验,反而被遮蔽了”。

引用这一段

波利比奥斯, 历史 §9.23.1-9.23.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.23.1-9.23.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。