Humanitext Reader

波利比奥斯 · 历史 §9.24.1-9.24.8

莫诺马科斯的食人提议与汉尼拔的残酷名声

第 624 段,共 1311 段 · 希腊语

内容简介

文章探讨了各种处境以及朋友对汉尼拔的影响,重点讲述了被称为“莫诺马科斯”的朋友在进军意大利时为解决粮食短缺而提议“食人”的轶事,以及这一事件对汉尼拔残酷声誉的影响。

§9.24.1παραπλήσια δέ μοι δοκεῖ τούτοις καὶ τὰ κατʼ Ἀννίβαν γεγονέναι·
在我看来,关于汉尼拔的事情也与这些非常相似。
§9.24.2καὶ γὰρ περιστάσεσι παραδόξοις καὶ ποικίλαις ἐχρήσατο καὶ φίλοις τοῖς ἔγγιστα μεγάλας ἐσχηκόσι διαφοράς, ὥστε καὶ λίαν ἐκ τῶν κατʼ Ἰταλίαν πράξεων δυσθεώρητον εἶναι τὴν τοῦ προειρημένου φύσιν.
因为他经历过出人意料且多样复杂的处境,而且他的最亲密的朋友们彼此也有着极大的差异,以至于仅凭他在意大利的行动,极难看清上述人物的本性。
§9.24.3τὰς μὲν οὖν τῶν περιστάσεων ὑποβολὰς εὐχερὲς καὶ διὰ τῶν προειρημένων καὶ διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων καταμαθεῖν, τὰς δὲ τῶν φίλων οὐκ ἄξιον παραλιπεῖν, ἄλλως τε καὶ διὰ μιᾶς γνώμης ἱκανὴν τοῦ πράγματος ἔμφασιν ἐξὸν λαβεῖν.
因此,虽然从前文所述以及后文将谈到的事情中,很容易理解那些由处境所带来的暗示,但朋友们的影响却是不容忽视的,尤其是因为我们有可能通过一个提议就对这件事情获得充分的说明。
§9.24.4καθʼ ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίαν πορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων,
因为在汉尼拔计划率领军队从伊比利亚进军意大利的时候,由于道路漫长而显得永无止境,且由于居住在中间的蛮族的众多与凶悍,军队在粮食和物资储备方面出现了极大的困难。
§9.24.5τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας ὁ Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται. διʼ ἧς ἐστιν εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν.
当时,由于在会议上关于这部分的困境频繁发生,据说他的一位被称为“莫诺马科斯”的朋友汉尼拔提出意见说,他眼前显现出一条路,通过这条路是可以到达意大利的。
§9.24.6τοῦ δʼ Ἀννίβου λέγειν κελεύσαντος, διδάξαι δεῖν ἔφη τὰς δυνάμεις ἀνθρωποφαγεῖν καὶ τούτῳ ποιῆσαι συνήθεις.
当汉尼拔命令他发言时,他说必须教会军队吃人肉,并让他们对此习以为常。
§9.24.7Ἀννίβας δὲ πρὸς μὲν τὸ τόλμημα καὶ τὸ πρακτικὸν τῆς ἐπινοίας οὐδὲν ἀντειπεῖν ἐδυνήθη, τοῦ δὲ πράγματος λαβεῖν ἔννοιαν οὔθʼ αὑτὸν οὔτε τοὺς φίλους ἐδύνατο πεῖσαι.
而汉尼拔对于这个想法的大胆和可行性虽然无法反驳,却无法说服自己或朋友们去接受这种行为的念头。
§9.24.8τούτου δὲ τἀνδρὸς εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων.
据说,在意大利归咎于汉尼拔的那些残酷行径,正是这个人的所作所为,而同样也是由于处境使然。

词汇与语法注释

  1. 9.24.3ἐξὸν — 无人称动词 ἔξεστι(可以、可能)的中性单数宾格分词,用于宾格绝对结构,表示原因或理由(“因为……是可能的”)。
  2. 9.24.4ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ — 连词 ἅτε 与属格绝对结构(δοκούσης τῆς ὁδοῦ)相结合,表示客观事实的原因(“因为道路显得……”)。不定式 ἔχειν 作 δοκούσης 的补充。
  3. 9.24.8τούτου δὲ τἀνδρὸς εἶναι — 所有属格(τούτου τ耐德罗斯)与系动词 εἶναι 连用,表示“属于这个人”(即“是这个人的作为”)。这在由 φασίν 引导的间接引语中构成宾格加不定式结构。

引用这一段

波利比奥斯, 历史 §9.24.1-9.24.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.24.1-9.24.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。