§9.16.1τοιοῦτοι πάντες.
[月的情形]皆是如此。
ᾗ καὶ τὸν ποιητὴν ἄν τις ἐπαινέσειε, διότι παρεισάγει τὸν Ὀδυσσέα, τὸν ἡγεμονικώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων οὐ μόνον τὰ κατὰ τοὺς πλοῦς, ἀλλὰ καὶ τὰ περὶ τὰς ἐν τῇ γῇ πράξεις.
因此,人们也可以赞赏这位诗人,因为他让奥德修斯这位极具领袖才干的人物,不仅根据星象推测航海之事,还推测陆地上的行动。
§9.16.2ἱκανὰ γὰρ καὶ τὰ παρὰ δόξαν γινόμενα μὴ δυνάμενα τυγχάνειν προνοίας ἀκριβοῦς εἰς τὸ πολλὴν ἀπορίαν παρασκευάζειν καὶ πολλάκις, §9.16.3οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πάγων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δʼ ὁ καπνώδης καὶ συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις.
因为,即使是那些出乎意料发生、无法精确预见的事物,也常常足以造成极大的困境;例如,大雨、河水暴涨、严寒和降雪,以及多雾和阴云密布的天气,还有其他与之类似的事物。
§9.16.4εἰ δὲ καὶ περὶ ὧν δυνατόν ἐστι προϊδέσθαι, καὶ τούτων ὀλιγωρήσομεν, πῶς οὐκ εἰκότως ἐν τοῖς πλείστοις ἀποτευξόμεθα διʼ αὑτούς;
但是,如果对于那些可以预见的事情,我们也予以疏忽,那么在大多数情况下由于我们自己的原因而招致失败,岂不是理所当然的吗?
§9.16.5διόπερ οὐκ ἀφροντιστητέον οὐδενὸς τῶν προειρημένων, ἵνα μὴ τοιούτοις ἀλογήμασι περιπίπτωμεν οἵοις φασὶ περιπεσεῖν ἑτέρους τε πλείους καὶ τοὺς νῦν ὑφʼ ἡμῶν λέγεσθαι μέλλοντας ὑποδείγματος χάριν.
因此,决不能疏忽上述任何一件事,以免我们陷入不理智的失误之中,正如人们所说,其他许多人以及我们现在为了提供实例而即将提及的人所陷入的那样。