Humanitext Reader

波利比奥斯 · 历史 §9.18.1-9.18.9

克莱奥梅尼与腓力五世因误判时机导致的失败

第 618 段,共 1311 段 · 希腊语

内容简介

本节记述了斯巴达的克莱奥梅尼和马其顿的腓力五世,由于未能准确掌握时机,分别在针对梅加洛波利斯和梅利塔亚的奇袭行动中遭遇失败的过程。

§9.18.1καὶ μὴν Κλεομένης ὁ Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν· τοῦτον γὰρ ἐφύλαττον τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ.
的确,斯巴达人克莱奥梅尼企图通过内应夺取梅加洛波利斯人的城市,他与防守被称为“弗莱奥斯”那段城墙的人约定,将在夜间第三更天率领军队抵达;因为他的合作者们恰好在此刻值守那段城墙。
§9.18.2οὐκέτι δὲ προνοηθεὶς ὅτι περὶ τὴν τῆς Πλειάδος ἐπιτολὴν τελέως ἤδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας, ἐκίνησε τὴν δύναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυσμὰς ἡλίου.
然而,他未能预料到在昴星团升起的时候,夜晚已经变得非常短暂,竟然在日落时分才率领军队从拉刻代蒙出发。
§9.18.3λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις·
结果,他无法及时赶到,却在天亮时盲目而无理地强行发起进攻,惨遭击退,不仅损失了许多士兵,连全局都陷入了危险之中。
§9.18.4ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε τοῦ καιροῦ καὶ κρατούντων τῆς εἰσόδου τῶν συνεργούντων εἰσήγαγε τὴν δύναμιν, οὐκ ἂν διεψεύσθη τῆς ἐπιβολῆς.
如果他按照约定找准了时机,并在内应们控制住入口时引入军队,他就不会在这次企图中失败。
πάλιν ὁμοίως Φίλιππος ὁ βασιλεύς, §9.18.5ὡς ἐπάνω προεῖπον, πρᾶξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πόλεως κατὰ δύο τρόπους ἥμαρτε· καὶ γὰρ τὰς κλίμακας ἐλάττους ἔχων ἦλθε τῆς χρείας καὶ τοῦ καιροῦ διέπεσε.
同样,国王腓力也是如此,正如我上面所说,在针对梅利塔亚人城市的行动中,犯了双重错误:他不仅带去了比实际需要更短的梯子,而且还错过了时机。
§9.18.6συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέοντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτʼ ἐπιμένειν ἐδύνατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτʼ ἀνακάμψας ἔτι λαθεῖν.
因为他本已约定在午夜时分、众人皆已入睡时抵达,却在不恰当的过早时间从拉里萨出发,突入梅利塔亚人的领地,这使得他既无法停留(因担心有人向城内告密),又无法在撤退时继续保持隐秘。
§9.18.7διόπερ ἀναγκαζόμενος εἰς τοὔμπροσθεν προάγειν, ἧκε πρὸς τὴν πόλιν ἀκμὴν τῶν ἀνθρώπων ἐγρηγορότων.
因此,他被迫继续前进,在人们正处于清醒的时候到达了城市。
§9.18.8ὅθεν οὔτε διὰ τῶν κλιμάκων ἠδύνατο βιάζεσθαι διὰ τὴν ἀσυμμετρίαν οὔτε διὰ τῆς πύλης εἰσελθεῖν τῷ μὴ δύνασθαι τοὺς ἔνδον αὐτῷ συνεργεῖν διὰ τὸν καιρόν.
结果,由于梯子尺寸不合,他既无法通过梯子强行攻入,又因为时机不对,城内的内应无法与他配合,他也无法通过城门进入。
§9.18.9τέλος διερεθίσας τοὺς ἐν τῇ πόλει καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλών, μετʼ αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πᾶσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάττεσθαι.
最终,他惊动了城里的人,损失了许多自己的部下,在羞辱中无功而返,这实际上是向所有其他的人发出了警告,让他们对他失去信任并提高警惕。

词汇与语法注释

  1. 9.18.2βραχείας εἶναι συμβαίνει τὰς νύκτας — 在 ὅ提 引导的从句中,非人称动词 συμβαίνει 与不定式 εἶναι 连用,其中 τὰς νύκτας(宾格)作不定式的逻辑主语,βραχείας(阴性复数宾格)作表语。这种结构可以看作是 ὅτι 从句与“宾格加不定式”结构的混杂,整体表示“夜晚变得短暂这一情况发生”。
  2. 9.18.4ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε — 句首的关系代词 ὃς 发挥“连接性关系代词”的作用,指代前文的克莱奥梅尼,并像指示代词(“而他……”)一样连接句子。随后由 εἰ 引导的条件句(εἰ + 直说式过去时 ηὐστόχησε ... ἂν + 直说式过去时 οὐκ ἂν διεψεύσθη)表示与过去事实相反的虚拟语气(虚拟条件句)。
  3. 9.18.9παρηγγελκὼς ἀπιστεῖν αὐτῷ καὶ φυλάττεσθαι — 现在完成分词 παρηγγελκὼς 表示主句动词 ἐπανῆλθε 的伴随情况或结果。动词 παραγγέλλω(“警告、嘱托”)在此处作比喻性使用,意为“(通过其失败的事实)实际上向人们发出了警告”。αὐτῷ 是间接反身代词,指代主句的主语(腓力)。

引用这一段

波利比奥斯, 历史 §9.18.1-9.18.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.18.1-9.18.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。