§9.12.1πολλὴν μὲν ἐπισκέψεως χρείαν ἔχει τὰ συμβαίνοντα περὶ τὰς πολεμικὰς ἐπιβολάς· ἔστι δὲ δυνατὸν ἐν ἑκάστοις αὐτῶν εὐστοχεῖν, ἐὰν σὺν νῷ τις πράττῃ τὸ προτεθέν.
与军事企图相关的事态需要多加考虑;然而,如果有人能明智地执行既定任务,在其中的每一个环节取得成功是可能的。
§9.12.2ὅτι μὲν οὖν ἐστι τῶν κατὰ πόλεμον ἔργων ἐλάττω τὰ προδήλως καὶ μετὰ βίας ἐπιτελούμενα τῶν μετὰ δόλου καὶ σὺν καιρῷ πραττομένων, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν ἐκ τῶν ἤδη γεγονότων·
因此,在军事行动中,那些公开且凭武力完成的事,要比那些依靠计谋并在适当时机完成的事来得少,这一点对于任何想要从已发生的事实中学习的人来说,都是显而易见的。
§9.12.3ὅτι γε μὴν αὐτῶν τῶν ἐν καιρῷ πάλιν ἐνεργουμένων πλείω γίνεται τὰ διαμαρτανόμενα τῶν κατορθουμένων, οὐδὲ τοῦτο γνῶναι χαλεπὸν ἐκ τῶν συμβαινόντων.
再者,在那些恰逢其时而采取的行动中,失败的次数反而多于成功的次数,这一点从所发生的事实中也不难看出。
§9.12.4καὶ μὴν διότι παρὰ τὰς τῶν ἡγουμένων ἀγνοίας ἢ ῥᾳθυμίας ἐπιτελεῖται τὰ πλεῖστα τῶν ἁμαρτημάτων, οὐδεὶς ἂν τοῦτʼ ἀπορήσειε.
况且,大多数的失误都是由于将领们的无知或懈怠造成的,关于这一点,任谁也不会有疑问。
§9.12.5τίς οὖν ὁ τρόπος τῆς τοιαύτης διαθέσεως σκοπεῖν ἤδη πάρεστι.
那么,现在便可以来考察造成这种状况的原因究竟是什么。
§9.12.6τὰ μὲν οὖν ἀπροθέτως ἐν τοῖς πολεμικοῖς συμβαίνοντα πράξεις μὲν οὐδαμῶς ἁρμόζει λέγειν, περιπετείας δὲ καὶ συγκυρήσεις μᾶλλον· §9.12.7διὸ καὶ λόγον οὐκ ἔχοντα μεθοδικὸν οὐδʼ ἑστῶτα παραλειπέσθω· τὰ δὲ κατὰ πρόθεσιν ἐνεργούμενα, ταῦτα δηλούσθω· περὶ ὧν ὁ νῦν δὴ λόγος.
因此,对于战争中并非预谋而发生的事情,绝不适合称之为“行动”,而更应称之为“变故”和“巧合”;因而,由于这些事情既无条理可循,亦无固定标准,且让我们不予理会;但是,那些按意图而行的事,才应当予以说明,这也正是我们当前的讨论所关注的对象。
§9.12.8πάσης δὴ πράξεως ἐχούσης καιρὸν ὡρισμένον καὶ διάστημα καὶ τόπον, καὶ προσδεομένης τοῦ λαθεῖν καὶ συνθημάτων ὡρισμένων, ἔτι δὲ καὶ διʼ ὧν καὶ μεθʼ ὧν καὶ τίνι τρόπῳ πραχθήσεται, §9.12.9φανερὸν ὡς ὁ μὲν ἑκάστου τούτων εὐστοχήσας οὐχ ἁμαρτήσεται τῆς ἐπιβολῆς, ὁ δʼ ἑνὸς ὀλιγωρήσας σφαλήσεται τῆς ὅλης προθέσεως.
因为任何行动都有其特定的时机、期间和地点,并需要隐秘性以及特定的暗号,此外,还需要通过什么手段、与什么人一起、以及用什么方式来执行,显然,在这每一个细节上都做到准确无误的人,其企图便不会落空;而那疏忽了其中哪怕一项的人,其整个计划就会遭到失败。
§9.12.10οὕτως ἡ φύσις πρὸς τὰς ἀποτυχίας τῶν ἐπινοηθέντων ἱκανὸν ἓν καὶ τὸ τυχὸν ἐποίησε τῶν κατὰ μέρος· πρὸς δὲ
如此,自然对于计划之事的失败,使局部之中任意的一个偶然细节就已足够;但对于[成功……]