§9.13.1τὸ κατορθοῦν μόλις ἱκανὰ πάντα.
但对于成功而言,唯有万事俱备才勉强足够。
διὸ χρὴ μηδενὸς ἀφροντιστεῖν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς ἡγουμένους.
因此,指挥官在诸如此类的企图之中,绝不可疏忽任何一个细节。
§9.13.2ἔστι δʼ ἀρχὴ μὲν τῶν προειρημένων τὸ σιγᾶν, καὶ μήτε διὰ χαρὰν παραδόξου προφαινομένης ἐλπίδος μήτε διὰ φόβον μήτε διὰ συνήθειαν μήτε διὰ φιλοστοργίαν μεταδιδόναι μηδενὶ τῶν ἐκτός, αὐτοῖς δὲ κοινοῦσθαι τούτοις, §9.13.3ὧν χωρὶς οὐχ οἷόν τε τὸ προτεθὲν ἐπὶ τέλος ἀγαγεῖν, καὶ τούτοις μὴ πρότερον, ἀλλʼ ὅταν ὁ τῆς ἑκάστου χρείας καιρὸς ἐπαναγκάζῃ.
而前述各要素的首要原则,即是保持缄默:既不因意外希望显现而满心欢喜,亦不因恐惧、因亲近或因温情,向外界的任何一个人透露半点消息,而只与这些人共有—— 亦即那些若没有他们便无法将既定任务带向终点的人;且对这些人,也不得提前告知,而唯有在各自需要该行动的特定时机迫使之时方可告知。
§9.13.4χρὴ δὲ σιγᾶν μὴ μόνον τῇ γλώττῃ, πολὺ δὲ μᾶλλον τῇ ψυχῇ· §9.13.5πολλοὶ γὰρ ἤδη κρύψαντες τοὺς λόγους ποτὲ μὲν διʼ αὐτῆς τῆς ἐπιφάσεως, ποτὲ δὲ καὶ διὰ τῶν πραττομένων φανερὰς ἐποίησαν τὰς ἑαυτῶν ἐπινοίας.
此外,不仅在口舌上要保持沉默,更应在心灵深处保持沉默;因为至今已有许多人,虽然隐藏了言语,有时却因其神色,有时亦因其行动,暴露了自己的意图。
§9.13.6δεύτερον δʼ ἐπεγνωκέναι τὰς ἡμερησίους καὶ νυκτερινὰς πορείας καὶ τὰ διανύσματα τούτων, μὴ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν.
第二,必须熟知昼夜的行军及航行路线及其距离,不仅在陆地上,在海上亦是如此。
§9.13.7τρίτον καὶ μέγιστον, τῶν ἐκ τοῦ περιέχοντος καιρῶν ἔχειν ἔννοιαν καὶ δύνασθαι τούτων κατὰ τὸ κριθὲν εὐστοχεῖν.
第三,也是最重要的一点,必须掌握周围环境所提供的时机,并能根据既定计划准确把握它们。
§9.13.8καὶ μὴν οὐδὲ τὸν τόπον τῆς πράξεως ἐν μικρῷ θετέον, ἐπειδὴ πολλάκις παρὰ τοῦτο τὰ μὲν ἀδύνατα δοκοῦντʼ εἶναι δυνατά, τὰ δὲ δυνατὰ πέφηνεν ἀδύνατα.
况且,行动的地点绝不可等闲视之,因为往往由于这一点,原本看似不可能的事会变得可能,而原本看似可能的事也会显现为不可能。
§9.13.9τὸ δὲ τελευταῖον συνθημάτων καὶ παρασυνθημάτων, ἔτι δὲ τῆς ἐκλογῆς, διʼ ὧν καὶ μεθʼ ὧν ἐνεργηθήσεται τὸ κριθέν, οὐκ ὀλιγωρητέον.
最后,对于暗号与副暗号,以及关于由谁手段、与谁一起执行既定计划的人选,绝不可疏忽大意。