§8.9.1μάλιστα δʼ ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέρος Θεοπόμπῳ, ὅς γʼ ἐν ἀρχῇ τῆς Φιλίππου συντάξεως διʼ αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον, §8.9.2μετὰ ταῦτα παρὰ πόδας, ἔν τε τῷ προοιμίῳ καὶ παρʼ ὅλην δὲ τὴν ἱστορίαν, ἀκρατέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθʼ αὑτὸν διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν, §8.9.3ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα μετὰ δόλου καὶ βίας, §8.9.4ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας, ὥστε καὶ μεθʼ ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις.
在这方面,人们尤其可以指责泰奥彭波斯。 他在《菲利普史》的开头声称,由于欧洲从未产生过像阿敏塔斯之子菲利普这样的人,他正是因此才最强烈地被激发去着手这部著作的,紧接着,无论在序言中还是在整个历史叙述中,他都表明菲利普对女性极度无节制,以至于由于他在这方面的冲动和行径,使他自己的家庭也因他而陷入毁灭,并表明菲利普在对待朋友和盟友的政局时极其不公且奸诈,且用欺骗和暴力奴役并袭取了极多城市,此外还对饮用烈性纯酒抱有病态的热情,以至于白日里也常常被朋友们发现处于酩酊大醉之中。
§8.9.5εἰ δέ τις ἀναγνῶναι βουληθείη τὴν ἀρχὴν τῆς ἐνάτης καὶ τετταρακοστῆς αὐτῷ βύβλου, παντάπασιν ἂν θαυμάσαι τὴν ἀτοπίαν τοῦ συγγραφέως, ὅς γε χωρὶς τῶν ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν·
如果有人愿意读一读他的第四十九卷的开头,定会对他这位历史学家的荒谬怪诞感到万分惊异。
αὐταῖς γὰρ λέξεσιν, αἷς ἐκεῖνος κέχρηται, κατατετάχαμεν·
因为他除了其他事情之外,竟然还胆敢说出这样的话。
" §8.9.6εἰ γάρ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροισ" φησί "λάσταυρος ἢ θρασὺς τὸν τρόπον, οὗτοι πάντες εἰς Μακεδονίαν ἁθροιζόμενοι πρὸς Φίλιππον ἑταῖροι τοῦ βασιλέως προσηγορεύοντο.
我们已经用他所用的原话将其记录在下: “因为在希腊人或蛮族中,”他说,“如果有什么人在性格上是好色或狂妄的,他们便全都聚集到马其顿投奔菲利普,并被称为国王的‘同伴’。
§8.9.7καθόλου γὰρ ὁ Φίλιππος τοὺς μὲν κοσμίους τοῖς ἤθεσι καὶ τῶν ἰδίων βίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν μέθαις καὶ κύβοις ἐτίμα καὶ προῆγε.
实际上,总的来说,菲利普排斥那些品行端正、悉心打理自己生活的人,而器重并提拔那些奢侈无度、沉溺于酗酒和赌博的人。
§8.9.8τοιγαροῦν οὐ μόνον ταῦτʼ ἔχειν αὐτοὺς παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησε.
因此,他不仅使他们染上这些恶习,而且使他们成为其他不义和污秽之事的竞逐者。
τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν;
有什么可耻或可怕的事是他们没有的?
§8.9.9ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν;
又有什么美好或高尚的事是他们不缺少的?
ὧν οἱ μὲν ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δʼ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι.
他们当中,有些人虽是男子,却终日剃须除毛使皮肤光滑,而另一些人虽蓄着胡须,却竟敢相互侵犯。
§8.9.10καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς τοὺς ἑταιρευομένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρείχοντο.
他们随身带着两三个充当男妓的人,而他们自己也向他人提供与那些男妓相同的服务。
§8.9.11ὅθεν καὶ δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους, ἀλλʼ ἑταίρας ὑπελάμβανεν [εἶναι] οὐδὲ στρατιώτας, ἀλλὰ χαμαιτύπους προσηγόρευσεν·
因此,人们若不把他们当做“同伴”,而是公正地当做“交际花”,不称他们为士兵,而称为娼妓,也是理所当然的。
§8.9.12ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν.
因为他们天性是杀人凶手,在行径上则是男妓。
§8.9.13ἁπλῶς δʼ εἰπεῖν, ἵνα παύσωμαι" φησί "μακρολογῶν, ἄλλως τε καὶ τοσούτων μοι πραγμάτων ἐπικεχυμένων, ἡγοῦμαι τοιαῦτα θηρία γεγονέναι καὶ τοιούτους τὸν τρόπον τοὺς φίλους καὶ τοὺς ἑταίρους Φιλίππου προσαγορευθέντας οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον κατασχόντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντίνων πεδίον οἰκήσαντας οὔτʼ ἄλλους οὐδʼ ὁποίους.
简而言之,为了让我停止长篇大论,”他说,“尤其是在有这么多事务积压在我的情况下,我认为那些被称为菲利普的朋友和‘同伴’的人,已经变成了这样的野兽,并具有这样的性格,是以至于无论是占领佩利翁山的半人马、还是居住在莱昂蒂尼平原的莱斯特里戈涅斯人、还是其他任何人都无法比拟的。
"
”