Humanitext Reader

波利比奥斯 · 历史 §8.10.1-8.10.12

泰奥彭波斯对菲利普近臣的诽谤与反驳

第 569 段,共 1311 段 · 希腊语

内容简介

作者强烈谴责泰奥彭波斯对菲利普及其朋友们的刻薄批评为不实的谎言,并为他们辩护,称他们是从微小王国建立起马其顿帝国的、并与亚历山大共同成就伟业的、充满德行与勇气的英雄。

§8.10.1ταύτην δὲ τήν τε πικρίαν καὶ τὴν ἀθυρογλωττίαν τοῦ συγγραφέως τίς οὐκ ἂν ἀποδοκιμάσειεν;
谁能不谴责这位历史学家的这种辛辣与口无遮拦呢?
§8.10.2οὐ γὰρ μόνον ὅτι μαχόμενα λέγει πρὸς τὴν αὑτοῦ πρόθεσιν ἄξιός ἐστιν ἐπιτιμήσεως, ἀλλὰ καὶ διότι κατέψευσται τοῦ τε βασιλέως καὶ τῶν φίλων, καὶ μάλιστα διότι τὸ ψεῦδος αἰσχρῶς καὶ ἀπρεπῶς διατέθειται.
因为他不仅由于说出了与自己的宗旨相矛盾的话而值得谴责,而且由于他诬蔑了国王和他的朋友们,尤其是由于他以一种可耻且不体面的方式陈述了谎言。
§8.10.3εἰ γὰρ περὶ Σαρδαναπάλλου τις ἢ τῶν ἐκείνου συμβιωτῶν ἐποιεῖτο τοὺς λόγους, μόλις ἂν ἐθάρρησε τῇ κακορρημοσύνῃ ταύτῃ χρήσασθαι· οὗ τὴν ἐν τῷ βίῳ προαίρεσιν καὶ τὴν ἀσέλγειαν διὰ τῆς ἐπιγραφῆς τῆς ἐπὶ τοῦ τάφου τεκμαιρόμεθα.
因为,如果有人是对萨尔达那帕路斯或其随从说出这些话,他也难有勇气使用这种恶毒的言词;我们是通过他墓碑上的铭文来推断他生前的心志与放荡的。
§8.10.4λέγει γὰρ ἡ [ἐπι]γραφή, ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον.
因为铭文写道:“我吃过、纵欲过、以及与爱侣一同体验到的愉悦,我所拥有的唯有这些。
§8.10.5περὶ δὲ Φιλίππου καὶ τῶν ἐκείνου φίλων εὐλαβηθείη τις ἂν οὐχ οἷον εἰς μαλακίαν καὶ ἀνανδρίαν, ἔτι δʼ ἀναισχυντίαν λέγειν, ἀλλὰ τοὐναντίον μήποτʼ ἐγκωμιάζειν ἐπιβαλλόμενος οὐ δυνηθῇ καταξίως εἰπεῖν τῆς ἀνδρείας καὶ φιλοπονίας καὶ συλλήβδην τῆς ἀρετῆς τῶν προειρημένων ἀνδρῶν·
” 然而,关于菲利普和他的朋友们,人们会心存顾虑,且不说去指责他们软弱、懦弱乃至无耻,相反,在试图赞美他们时,人们反倒会担心自己无法配得上说出上述男子们的勇气、勤勉以及总括而言的德行。
§8.10.6οἵ γε προφανῶς ταῖς σφετέραις φιλοπονίαις καὶ τόλμαις ἐξ ἐλαχίστης μὲν βασιλείας ἐνδοξοτάτην καὶ μεγίστην τὴν Μακεδόνων ἀρχὴν κατεσκεύασαν·
他们显然凭借着自己的勤勉和大胆,将一个极其微小的王国建设成了最显赫、最伟大的马其顿人帝国。
§8.10.7χωρὶς δὲ τῶν ἐπὶ Φιλίππου πράξεων αἱ μετὰ τὸν ἐκείνου θάνατον ἐπιτελεσθεῖσαι μετʼ Ἀλεξάνδρου πᾶσιν ὁμολογουμένην τὴν ἐπʼ ἀρετῇ φήμην παραδεδώκασι περὶ αὐτῶν.
除了菲利普时期的功绩之外,在他死后与亚历山大一同完成的伟业,也向世人传递了关于他们德行的、举世公认的声誉。
§8.10.8μεγάλην γὰρ ἴσως μερίδα θετέον τῷ προεστῶτι τῶν ὅλων Ἀλεξάνδρῳ, καίπερ ὄντι νέῳ παντελῶς, οὐκ ἐλάττω μέντοι γε τοῖς συνεργοῖς καὶ φίλοις,
因为,虽然可能必须将大部分功劳归于作为全局领袖的亚历山大(尽管他当时极其年轻),但对于他的协助者和朋友们,同样也必须归予不亚于此的功劳。
§8.10.9οἳ πολλαῖς μὲν καὶ παραδόξοις μάχαις ἐνίκησαν τοὺς ὑπεναντίους, πολλοὺς δὲ καὶ παραβόλους ὑπέμειναν πόνους καὶ κινδύνους καὶ ταλαιπωρίας, πλείστης δὲ περιουσίας κυριεύσαντες καὶ πρὸς ἁπάσας τὰς ἐπιθυμίας πλείστης εὐπορήσαντες ἀπολαύσεως, οὔτε κατὰ τὴν σωματικὴν δύναμιν οὐδέποτε διὰ ταῦτʼ ἠλαττώθησαν, οὔτε κατὰ τὰς ψυχικὰς ὁρμὰς οὐδὲν ἄδικον οὐδʼ ἀσελγὲς ἐπετήδευσαν,
他们在许多场出人意料的战斗中击败了对手,忍受了许多极其危险的劳苦、危险和艰难,虽然他们掌握了极其庞大的财富,并拥有极其充裕的手段去享受一切欲望,但他们绝未因此在身体力量上有所衰退,也未在精神冲动中做出任何不义或放荡的行样。
§8.10.10ἅπαντες δʼ, ὡς ἔπος εἰπεῖν, βασιλικοὶ καὶ ταῖς μεγαλοψυχίαις καὶ ταῖς σωφροσύναις καὶ ταῖς τόλμαις ἀπέβησαν, Φιλίππῳ καὶ μετʼ Ἀλεξάνδρῳ συμβιώσαντες.
而且他们所有人,可以说,在气度、节制和胆识上都变得如同王者一般,因为他们曾与菲利普、此后又与亚历山大共处。
ὧν οὐδὲν ἂν δέοι μνημονεύειν ἐπʼ ὀνόματος.
对他们,没有必要逐一指名提及。
§8.10.11μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον οὕτω περὶ τῶν πλείστων μερῶν τῆς οἰκουμένης ἀμφισβητήσαντες παραδόσιμον ἐποίησαν τὴν ἑαυτῶν δόξαν ἐν
并且在亚历山大死后,他们为争夺已知世界的大部分领土而展开了如此的竞争,以至于将自己的荣耀留给了后世,在极多的文献记录中。
§8.10.12πλείστοις ὑπομνήμασιν ὥστε τὴν μὲν Τιμαίου τοῦ συγγραφέως πικρίαν, ᾗ κέχρηται κατʼ Ἀγαθοκλέους τοῦ Σικελίας δυνάστου, καίπερ ἀνυπέρβλητον εἶναι δοκοῦσαν, ὅμως λόγον ἔχειν — ὡς γὰρ κατʼ ἐχθροῦ καὶ πονηροῦ καὶ τυράννου διατίθεται τὴν κατηγορίαν — τὴν δὲ Θεοπόμπου μηδʼ ὑπὸ λόγον πίπτειν.
因此,历史学家蒂迈欧针对西西里统治者阿加托克利斯所展现的辛辣,尽管似乎无法逾越,但由于他是针对一个敌人、恶棍和僭主展开指控,因而仍然合乎情理;而泰奥彭波斯的辛辣则完全不合情理。

词汇与语法注释

  1. §8.10.2μαχόμενα λέγει — 现在分词中性复数形式 μαχόμενα 作动词 λέγει 的直接宾语(名词性用法),意为“(与他自己的初衷)相冲突的事物”。
  2. §8.10.3εἰ ... ἐποιεῖτο ... ἂν ἐθάρρησε — 这是一个过去虚拟条件句。条件从句使用未完成过去时(ἐποιεῖτο),结论从句使用不定过去时直陈语气加 ἄν(ἂν ἐθάρρησε),表示过去未曾实现的情况(“如果他当时谈论的是……,他也几乎不敢……”)。副词 μόλις 修饰结论从句中的动词,增添了强烈的否定意味(“几乎不”)。
  3. §8.10.5οὐχ οἷον — 这是一个表示“不仅不……”或“远非……”的关联惯用表达。它与后文的 ἀλλὰ τοὐναντίον(相反)相结合,在完全排除前半部分极端假设(指责他们懦弱等)的前提下,将语境过渡到后半部分的实际顾虑(担心无法给予他们相配的赞美)。另外,随后的从句 μήποτʼ ... οὐ δυνηθῇ 是由 εὐλαβηθείη τις ἄν 引导的表示担心的从句(否定词为 οὐ)。

引用这一段

波利比奥斯, 历史 §8.10.1-8.10.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.10.1-8.10.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。