§8.8.1ὅτι Φίλιππος παραγενόμενος εἰς τὴν Μεσσήνην ἔφθειρε τὴν χώραν δυσμενικῶς, θυμῷ τὸ πλεῖον ἢ λογισμῷ χρώμενος·
关于菲利普来到麦塞尼亚后,怀着敌意蹂躏了该地,他动用的是愤怒而非理性。
§8.8.2ἤλπιζε γάρ, ὡς ἐμοὶ δοκεῖ, βλάπτων συνεχῶς οὐδέποτʼ ἀγανακτήσειν οὐδὲ μισήσειν αὐτὸν τοὺς κακῶς πάσχοντας.
因为在我看来,他期望着,尽管自己不断地加害,但那些遭受苦难的人绝不会怨恨或憎恶他。
§8.8.3προήχθην δὲ καὶ νῦν καὶ διὰ τῆς προτέρας βύβλου σαφέστερον ἐξηγήσασθαι περὶ τούτων οὐ μόνον διὰ τὰς πρότερον ἡμῖν εἰρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὸ τῶν συγγραφέων τοὺς μὲν ὅλως παραλελοιπέναι τὰ κατὰ τοὺς Μεσσηνίους, §8.8.4τοὺς δὲ καθόλου διὰ τὴν πρὸς τοὺς μονάρχους εὔνοιαν ἢ τἀναντία φόβον οὐχ οἷον ἐν ἁμαρτίᾳ γεγονέναι τὴν εἰς τοὺς Μεσσηνίους ἀσέβειαν Φιλίππου καὶ παρανομίαν, ἀλλὰ τοὐναντίον ἐν ἐπαίνῳ καὶ κατορθώματι τὰ πεπραγμένα διασαφεῖν ἡμῖν.
我之所以现在以及在上一卷中都被促使对这些事情进行更清晰的阐述,不仅是因为我们之前提到过原因,也是因为在历史学家中,有人完全忽略了关于麦塞尼亚人的事情,而另一些人,则完全出于对君主的偏袒,或者相反出于对他们的恐惧,不仅不把菲利普对麦塞尼亚人的不敬和不法行为视为过错,反而向我们把这些所作所为解释为值得称赞的成功伟业。
§8.8.5οὐ μόνον δὲ περὶ Μεσσηνίους τοῦτο πεποιηκότας ἰδεῖν ἔστι τοὺς γράφοντας τοῦ Φιλίππου τὰς πράξεις, ἀλλὰ καὶ περὶ τῶν ἄλλων παραπλησίως.
而且我们不仅可以看到那些撰写菲利普事迹的作者对麦塞尼亚人这样做,对于其他人的事迹也是类似地对待。
§8.8.6ἐξ ὧν ἱστορίας μὲν οὐδαμῶς ἔχειν αὐτοῖς συμβαίνει διάθεσιν τὰς συντάξεις, ἐγκωμίου δὲ μᾶλλον.
由此导致的结果是,他们的著作绝不具有历史的性质,而更具有颂词的性质。
§8.8.7ἐγὼ δʼ οὔτε λοιδορεῖν ψευδῶς φημι δεῖν τοὺς μονάρχους οὔτʼ ἐγκωμιάζειν, ὃ πολλοῖς ἤδη συμβέβηκε, τὸν ἀκόλουθον δὲ τοῖς προγεγραμμένοις ἀεὶ καὶ τὸν πρέποντα ταῖς ἑκάστων προαιρέσεσι λόγον ἐφαρμόζειν.
但我认为,既不应当虚伪地诽谤君主,也不应当颂扬他们——这已经是许多人的通病——而应当始终应用与前文一致且适合他们每个人意图的叙述。
§8.8.8ἀλλʼ ἴσως τοῦτʼ εἰπεῖν μὲν εὐμαρές, πρᾶξαι δὲ καὶ λίαν δυσχερὲς διὰ τὸ πολλὰς καὶ ποικίλας εἶναι διαθέσεις καὶ περιστάσεις, αἷς εἴκοντες ἄνθρωποι κατὰ τὸν βίον οὔτε λέγειν οὔτε γράφειν δύνανται τὸ φαινόμενον.
但也许这说起来容易,做起来却极难,因为存在许多且多样的境遇和境况,人们在生活中屈服于这些境遇,既不能说出也不能写出显而易见的事实。
ὧν χάριν τισὶ μὲν αὐτῶν συγγνώμην δοτέον, §8.8.9ἐνίοις γε μὴν οὐ δοτέον.
因此,对他们中的一些人应当给予宽恕,然而对另一些人则不应当给予宽恕。