§8.9.1μάλιστα δʼ ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέρος Θεοπόμπῳ, ὅς γʼ ἐν ἀρχῇ τῆς Φιλίππου συντάξεως διʼ αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον, §8.9.2μετὰ ταῦτα παρὰ πόδας, ἔν τε τῷ προοιμίῳ καὶ παρʼ ὅλην δὲ τὴν ἱστορίαν, ἀκρατέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθʼ αὑτὸν διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν, §8.9.3ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα μετὰ δόλου καὶ βίας, §8.9.4ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας, ὥστε καὶ μεθʼ ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις.
One might especially censure Theopompus in this respect; for at the beginning of his history of Philip, though he said that he was spurred to undertake the work especially for this very reason, because Europe had never at all produced such a man as Philip the son of Amyntas, immediately afterwards, both in his introduction and throughout the entire history, he shows him to be most incontinent towards women, so that as far as in him lay, he even ruined his own house because of his passion and conduct in this respect, and most unjust and mischievous regarding the affairs of his friends and allies, and to have enslaved very many cities and taken them by treachery with deceit and violence, and to have become excessively passionate also towards the drinking of unmixed wine, so that even by day he was frequently seen by his friends to be drunk.
§8.9.5εἰ δέ τις ἀναγνῶναι βουληθείη τὴν ἀρχὴν τῆς ἐνάτης καὶ τετταρακοστῆς αὐτῷ βύβλου, παντάπασιν ἂν θαυμάσαι τὴν ἀτοπίαν τοῦ συγγραφέως, ὅς γε χωρὶς τῶν ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν· αὐταῖς γὰρ λέξεσιν, αἷς ἐκεῖνος κέχρηται, κατατετάχαμεν· " §8.9.6εἰ γάρ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροισ" φησί "λάσταυρος ἢ θρασὺς τὸν τρόπον, οὗτοι πάντες εἰς Μακεδονίαν ἁθροιζόμενοι πρὸς Φίλιππον ἑταῖροι τοῦ βασιλέως προσηγορεύοντο.
And if anyone should wish to read the beginning of his forty-ninth book, he would altogether marvel at the inconsistency of the writer, who, apart from other things, has dared even to say the following; for we have set them down in the very words which he used: "For if there was anyone among the Greeks or the barbarians," he says, "lewd or bold in character, all these, gathering in Macedonia to Philip, were called 'companions' of the king.
§8.9.7καθόλου γὰρ ὁ Φίλιππος τοὺς μὲν κοσμίους τοῖς ἤθεσι καὶ τῶν ἰδίων βίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν μέθαις καὶ κύβοις ἐτίμα καὶ προῆγε.
For in general Philip rejected those who were decent in their morals and careful of their own lives, but those who were extravagant and lived in drunkenness and dicing he honored and promoted.
§8.9.8τοιγαροῦν οὐ μόνον ταῦτʼ ἔχειν αὐτοὺς παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησε.
Therefore, he not only made them have these vices, but also made them champions of every other injustice and loathsomeness.
τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν;
For what of things shameful or terrible was not present in them?
§8.9.9ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν;
Or what of things noble and serious was not absent?
ὧν οἱ μὲν ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δʼ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι.
Of whom some, being men, continued to shave themselves and make themselves smooth, while others, having beards, dared to submit to one another.
§8.9.10καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς τοὺς ἑταιρευομένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρείχοντο.
And they went around with two or three male prostitutes, while they themselves provided the same services as those prostitutes to others.
§8.9.11ὅθεν καὶ δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους, ἀλλʼ ἑταίρας ὑπελάμβανεν [εἶναι] οὐδὲ στρατιώτας, ἀλλὰ χαμαιτύπους προσηγόρευσεν· §8.9.12ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν.
Whence one might also justly have supposed them to be not 'companions' but 'courtesans', and called them not soldiers, but prostitutes; for being murderers by nature, they were male-prostitutes in character.
§8.9.13ἁπλῶς δʼ εἰπεῖν, ἵνα παύσωμαι" φησί "μακρολογῶν, ἄλλως τε καὶ τοσούτων μοι πραγμάτων ἐπικεχυμένων, ἡγοῦμαι τοιαῦτα θηρία γεγονέναι καὶ τοιούτους τὸν τρόπον τοὺς φίλους καὶ τοὺς ἑταίρους Φιλίππου προσαγορευθέντας οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον κατασχόντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντίνων πεδίον οἰκήσαντας οὔτʼ ἄλλους οὐδʼ ὁποίους. "
To speak plainly, that I may cease," he says, "speaking at length, especially since so many matters are pressing upon me, I believe that those called the friends and companions of Philip became such beasts and of such character as neither the Centaurs who occupied Pelion, nor the Laestrygonians who inhabited the Leontine plain, nor any others whatsoever."