§8.36.1διὸ καὶ τοῖς μὲν ἀσκέπτως ἑαυτοὺς ἐγχειρίζουσι τοῖς ὑπεναντίοις ἐπιτιμητέον, τοῖς δὲ τὴν ἐνδεχομένην πρόνοιαν ποιουμένοις οὐκ ἐγκλητέον·
因此,对于那些草率地将自己委于对手之人应当予以谴责,而对于那些做了可能预防之人则不应指责。
§8.36.2τὸ μὲν γὰρ μηδενὶ πιστεύειν εἰς τέλος ἄπρακτον, τὸ δὲ λαβόντα τὰς ἐνδεχομένας πίστεις πράττειν τὸ κατὰ λόγον ἀνεπιτίμητον.
因为完全不信任任何人是无法成事的,而在获得可能的保证后依理而行则是无可指责的。
§8.36.3εἰσὶ δʼ ἐνδεχόμεναι πίστεις ὅρκοι, τέκνα, γυναῖκες, τὸ μέγιστον ὁ προγεγονὼς βίος.
而所谓的可能保证包括誓言、子女、妻子,以及最重要的一点,即过去一生的行为。
§8.36.4ᾗ καὶ τὸ διὰ τῶν τοιούτων ἀλογηθῆναι καὶ περιπεσεῖν οὐ τῶν πασχόντων, ἀλλὰ τῶν πραξάντων ἐστὶν ἔγκλημα.
因此,在这点上,即便有了这些保证仍被欺骗并陷入灾难,这并非受害者的罪错,而是施害者(背叛者)的罪责。
§8.36.5διὸ καὶ μάλιστα μὲν τοιαύτας ζητεῖν πίστεις δεῖ, διʼ ὧν ὁ πιστευθεὶς οὐ δυνήσεται τὴν πίστιν ἀθετεῖν.
所以,人们尤其应当寻求这样一种保证,使被信任者无法背弃其信用。
§8.36.6ἐπεὶ δὲ σπάνιον εὑρεῖν ἐστι τὸ τοιοῦτο, δεύτερος ἂν εἴη πλοῦς τὸ τῶν κατὰ λόγον φροντίζειν, ἵνʼ ἄν του καὶ σφαλλώμεθα, τῆς παρὰ τοῖς ἐκτὸς συγγνώμης μὴ διαμαρτάνωμεν.
然而,由于这种保证极难找到,退而求其次(“第二航路”)便是关注合理之事,以便即使我们在某处遭受挫折,也不至于失去外界之人的同情。
ὃ καὶ περὶ πλείους μὲν δὴ γεγένηται τῶν πρότερον·
这在以前的许多人身上确实已经发生过。
§8.36.7ἐναργέστατον δʼ ἔσται καὶ τοῖς καιροῖς ἔγγιστον τοῖς ὑπὲρ ὧν ὁ νῦν δὴ λόγος ἐνέστηκε τὸ κατʼ Ἀχαιὸν συμβάν.
但最明显、且与我们当前论述所涉及的时局最接近的,莫过于发生在阿开乌斯身上的遭遇。
§8.36.8ὃς οὐδὲν τῶν ἐνδεχομένων πρὸς εὐλάβειαν καὶ πρὸς ἀσφάλειαν παραλιπών, ἀλλʼ ὑπὲρ ἁπάντων προνοηθείς, ἐφʼ ὅσον ἀνθρωπίνῃ γνώμῃ δυνατὸν ἦν, ὅμως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.
他没有遗漏任何可能用于警惕和安全的事情,而是在人类智慧所能及的范围内,对一切做好了预先防范,但最终依然落入了敌人的手中。
§8.36.9τό γε μὴν συμβὰν ἔλεον μὲν τῷ παθόντι καὶ συγγνώμην ἀπειργάσατο παρὰ τοῖς ἐκτός, διαβολὴν δὲ καὶ μῖσος τοῖς πράξασιν. [Ὅτι Τιβέριος — συγγνώμην ἔχειν, κα 376, 2 ποστ θυαε περιιτ φολιυμ· εχξ. ϝατ. π. 374 μ. 26, 29 η, περὶ δὲ τῶν 375, 31 υσθυε αδ φινεμ ξοδ. υρβ. φολ. 101 εχξ. αντ. π. 196. ]
尽管如此,这一事件让受害者得到了外界之人的同情与宽恕,却给施害者带来了指责与憎恨。