§8.35.1ὅτι Τιβέριος ὁ Ῥωμαίων στρατηγὸς λόχῳ ἐνεδρευθεὶς καὶ γενναίως ὑποστὰς σὺν τοῖς περὶ αὑτὸν τὸν βίον κατέστρεψεν.
罗马将领提比略遭遇伏击,与身边的士兵一同勇敢抵抗,最终牺牲。
περὶ δὲ τῶν τοιούτων περιπετειῶν, πότερα χρὴ τοῖς πάσχουσιν ἐπιτιμᾶν ἢ συγγνώμην ἔχειν, καθόλου μὲν οὐκ ἀσφαλὲς ἀποφήνασθαι διὰ τὸ καὶ πλείους τὰ κατὰ λόγον πάντα πράξαντας, ὅμως ὑποχειρίους γεγονέναι τοῖς ἑτοίμως τὰ παρʼ ἀνθρώποις ὡρισμένα δίκαια παραβαίνουσιν·
然而,对于此类不幸的变故,究竟应当谴责受害者还是给予同情,这在总体上是不易断言的,因为有许多人在合理地做了一切该做的事之后,依然落入了那些悍然违背人类公认正义之人的手中。
§8.35.2οὐ μὴν οὐδʼ αὐτόθεν ἀποστατέον τῆς ἀποφάσεως ἀργῶς, ἀλλὰ βλέποντα πρὸς τοὺς καιροὺς καὶ τὰς περιστάσεις οἷς μὲν ἐπιτιμητέον τῶν ἡγεμόνων, οἷς δὲ συγγνώμην δοτέον.
不过,我们绝不能因此就轻易放弃下结论,而是应当审视时局与境况,判定哪些将领应当受到谴责,哪些应当获得宽恕。
ἔσται δὲ τὸ λεγόμενον δῆλον ἐκ τούτων.
所说之理将通过以下事例得以阐明。
§8.35.3Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ὑπιδόμενος τὴν Κλεομένους φιλαρχίαν ἔφυγεν ἐκ τῆς Σπάρτης, μετʼ οὐ πολὺ δὲ πάλιν πεισθεὶς ἐνεχείρισεν αὑτὸν τῷ προειρημένῳ.
斯巴达国王阿基达莫斯因察觉到克莱奥梅尼的权力欲而逃离斯巴达,但不久后他再次受到说服,将自己托付给上述之人。
§8.35.4τοιγαροῦν ἅμα τῆς ἀρχῆς καὶ τοῦ βίου στερηθεὶς οὐδʼ ἀπολογίαν αὑτῷ κατέλιπε πρὸς τοὺς ἐπιγινομένους·
结果,他同时被夺去了王位与生命,甚至没有给后世留下任何为自己辩解的余地。
§8.35.5τῆς γὰρ ὑποθέσεως τῆς αὐτῆς μενούσης, τῆς δὲ Κλεομένους φιλαρχίας καὶ δυναστείας ἐπηυξημένης, ὁ τούτοις ἐγχειρίσας αὑτὸν οὓς φυγὼν πρότερον ἔτυχε παραδόξως τῆς σωτηρίας, πῶς οὐκ εὐλόγως ἔμελλε τοῖς προειρημένοις ἐγκυρήσειν;
因为在局势并未改变、且克莱奥梅尼的权力欲与权势反而与日俱增的情况下,那个将自己托付给先前因逃跑而奇迹般获得生路之人的家伙,怎能不理所当然地遭遇上述的命运呢?
§8.35.6καὶ μὴν Πελοπίδας ὁ Θηβαῖος, εἰδὼς τὴν Ἀλεξάνδρου τοῦ τυράννου παρανομίαν καὶ σαφῶς γινώσκων ὅτι πᾶς τύραννος πολεμιωτάτους αὑτῷ νομίζει τοὺς τῆς ἐλευθερίας προεστῶτας, αὐτὸς οὐ μόνον τῆς Θηβαίων ἀλλὰ καὶ τῆς τῶν Ἑλλήνων δημοκρατίας ἔπειθεν Ἐπαμινώνδαν προεστάναι, §8.35.7καὶ παρὼν εἰς Θετταλίαν πολέμιος ἐπὶ καταλύσει τῆς Ἀλεξάνδρου μοναρχίας πρεσβεύειν πρὸς τοῦτον ὑπέμεινε δεύτερον.
此外,底比斯人佩洛皮达斯深知僭主亚历山大的无法无天,也清楚地知道所有僭主都将自由的捍卫者视为最危险的敌人,他自己甚至曾劝说伊帕密浓达不仅要领导底比斯人,还要领导全体希腊人的民主政治,然而,当他作为敌人来到色萨利企图推翻亚历山大的独裁统治时,却甘愿第二次作为使节前去见他。
§8.35.8τοιγαροῦν γενόμενος ὑποχείριος τοῖς ἐχθροῖς ἔβλαψε μὲν Θηβαίους μεγάλα, κατέλυσε δὲ τὴν αὑτῷ προγεγενημένην δόξαν, εἰκῇ καὶ ἀκρίτως πιστεύσας οἷς ἥκιστʼ ἐχρῆν.
结果,他落入敌人之手,给底比斯人带来了巨大的损失,并毁掉了自己先前的名声,因为他盲目且毫无尊严地信任了最不该信任的人。
§8.35.9παραπλήσια δὲ τούτοις καὶ Γνάϊος ὁ Ῥωμαίων στρατηγὸς ἔπαθε κατὰ τὸν Σικελικὸν πόλεμον, ἀλόγως αὑτὸν ἐγχειρίσας τοῖς πολεμίοις· ὁμοίως δὲ καὶ πλείους ἕτεροι.
罗马将领格奈乌斯在西西里战争期间也遭遇了极为相似的命运,他在毫无理智的情况下将自己托付给敌人;其他许多人也是如此。