Humanitext Reader

波利比奥斯 · 历史 §8.37.1-8.37.13

马尔库斯夜袭与叙拉古陷落

第 597 段,共 1311 段 · 希腊语

内容简介

马尔库斯利用逃兵报告的叙拉古城防松懈的契机,在夜间利用梯子对城墙发起突袭。罗马军队在未被察觉的情况下渗入城内,最终成功攻占叙拉古。

§8.37.1ἐξηριθμήσατο τοὺς δόμους· ἦν γὰρ ὁ πύργος ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπόστασιν. [συιδας ϝ. Συννόμων. ϝ. λιϝ. χχϝ, 23, 10. ]
他计算了石块的层数;因为塔楼是由大小均匀的石块砌成的,因此从地面到胸墙的距离极易推算。
§8.37.2μετὰ δέ τινας ἡμέρας αὐτομόλου διασαφήσαντος ὅτι θυσίαν ἄγουσι πάνδημον οἱ κατὰ τὴν πόλιν ἐφʼ ἡμέρας ἤδη τρεῖς Ἀρτέμιδι καὶ τοῖς μὲν σιτίοις λιτοῖς χρῶνται διὰ τὴν σπάνιν, τῷ δʼ οἴνῳ δαψιλεῖ, πολὺν μὲν Ἐπικύδους δεδωκότος πολὺν δὲ Συρακοσίων, τότε προσαναλαβὼν ὁ Μάρκος τὸ τεῖχος καθʼ ὃ μέρος ἦν ταπεινότερον καὶ νομίσας εἰκὸς εἶναι τοὺς ἀνθρώπους μεθύειν διὰ τὴν ἄνεσιν καὶ τὴν ἔνδειαν τῆς ξηρᾶς τροφῆς ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος.
几天后,一名逃兵报告说,城里的人为了庆祝阿耳忒弥斯已经连续三天举行全民节日,由于物资匮乏,他们只吃简单的食物,但酒却很充足,因为埃皮基德斯慷慨赠送,叙拉古人也提供了很多。 此时,马尔库斯重新注意到了城墙较矮的那一部分,并认为人们极可能因放松和缺乏固体食物而醉酒,于是决定尝试他的期望。
§8.37.3ταχὺ δὲ κλιμάκων δυεῖν συντεθεισῶν εὐαρμόστων πρὸς τὸ τεῖχος, ἐγένετο περὶ τὰ συνεχῆ τῆς πράξεως καὶ τοῖς μὲν ἐπιτηδείοις πρὸς τὴν ἀνάβασιν καὶ τὸν ἐπιφανέστατον καὶ πρῶτον κίνδυνον ἐκοινολογεῖτο, περὶ τοῦ μέλλοντος μεγάλας ἐλπίδας αὐτοῖς ἐνδιδούς.
在迅速组装好两架高度适合城墙的梯子后,他着手进行下一步行动,并与那些适合登城、承担最显眼和第一道危险任务的人进行了商议,向他们展现了未来的巨大希望。
§8.37.4τοὺς δὲ τούτοις ὑπουργήσοντας καὶ προσοίσοντας κλίμακας ἐξέλεξε διασαφῶν οὐδὲν πλὴν ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον.
他挑选了协助他们并运送梯子的人,除了要求他们随时听从命令之外,没有向他们透露任何信息。
πειθαρχησάντων δὲ κατὰ τὸ συνταχθὲν λαβὼν τὸν ἁρμόζοντα καιρὸν νυκτὸς ἤγειρε τοὺς πρώτους·
他们遵照指令做好准备后,他在夜间选择合适的机会唤醒了第一批先遣队。
§8.37.5προπέμψας δὲ τοὺς ἅμα ταῖς κλίμαξι μετὰ σημαίας καὶ χιλιάρχου καὶ προσαναμνήσας τῶν ἐσομένων δωρεῶν τοῖς ἀνδραγαθήσασι, μετὰ δὲ ταῦτα πᾶσαν τὴν δύναμιν ἐξεγείρας τοὺς μὲν πρώτους ἐν διαστήματι κατὰ σημαίαν ἐξαποστέλλει·
他派出了携带梯子的人,并配备了一个中队和一名千夫长,同时提醒他们注意对立功者将要给予的赏赐。 此后,他唤醒了全军,将第一批人以中队为单位,分批间隔派出。
§8.37.6γενομένων δὲ τούτων εἰς χιλίους βραχὺ διαλιπὼν αὐτὸς εἵπετο μετὰ τῆς ἄλλης στρατιᾶς.
当这些人达到大约一千人时,他自己间隔片刻后带领其余军队紧随其后。
§8.37.7ἐπεὶ δʼ οἱ φέροντες τὰς κλίμακας ἔλαθον ἀσφαλῶς τῷ τείχει προσερείσαντες, ἐξ αὐτῆς ὥρμησαν ἀπροφασίστως οἱ πρὸς τὴν ἀνάβασιν ἀποτεταγμένοι.
当抬梯子的人悄无声息地将梯子安全地靠在城墙上时,被派去登城的人立刻毫不犹豫地冲了上去。
§8.37.8λαθόντων δὲ καὶ τούτων καὶ στάντων ἐπὶ τοῦ τείχους βεβαίως, οὐκέτι κατὰ τὴν ἐξ ἀρχῆς τάξιν, ἀλλὰ κατὰ δύναμιν ἅπαντες ἀνέθεον διὰ τῶν κλιμάκων.
当这些人也悄无声息地爬上城墙并牢牢站稳时,所有人不再按照原本的序列,而是尽其所能地通过梯子跑了上去。
§8.37.9κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐπιπορευόμενοι τὴν ἐφοδείαν ἔρημον εὕρισκον· οἱ γὰρ εἰς τοὺς πύργους ἡθροισμένοι διὰ τὴν θυσίαν οἱ μὲν ἀκμὴν ἔπινον, οἱ δʼ ἐκοιμῶντο πάλαι μεθυσκόμενοι.
起初,当他们沿着巡逻道前进时,发现通道上空无一人;因为那些为了节日聚集在塔楼里的人,有的还在喝酒,有的则早已因喝醉而入睡。
§8.37.10διὸ καὶ τοῖς μὲν πρώτοις καὶ τοῖς ἑξῆς ἐπιστάντες ἄφνω καὶ μεθʼ ἡσυχίας ἔλαθον τοὺς πλείστους αὐτῶν ἀποκτείναντες.
因此,他们突然且静悄悄地出现在第一座及随后的塔楼,并在未被发觉的情况下杀死了其中的大部分人。
§8.37.11ἐπειδὴ δὲ τοῖς Ἑξαπύλοις ἤγγιζον καταβαίνοντες, ἐνῳκοδομημένην τὴν πρώτην πυλίδα διεῖλον, διʼ ἧς τόν τε στρατηγὸν καὶ τὸ λοιπὸν ἐδέξαντο στράτευμα. οὕτω δὴ τὰς Συρακούσας εἷλον Ῥωμαῖοι. [ξοδ. ωεσξηερι φολ. 100 ϝ. 341, 9 σς. ]
当他们向下走近六门城(赫克萨皮拉)时,砸开了那扇被堵死的第一个小门,并通过它迎入了将军和其余的军队。 就这样,罗马人夺取了叙拉古。
§8.37.12οὐδενὸς ἐπεγνωκότος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως. [συιδας ϝ. Ἀπόστασις. ϝ. λιϝ. χχϝ, 24, 6. ] τοὺς δὲ Ῥωμαίους θαρρεῖν συνέβαινε,
此时,由于城市极其广大,没有一个市民因为距离遥远而察觉到发生的事情。
§8.37.13κρατοῦντας τοῦ περὶ τὰς Ἐπιπολὰς τόπου. [συιδας ϝ. Ἐπιπολάς. ϝ. λιϝ. χχϝ, 24, 9. ]
而罗马人则信心百倍,因为他们已经控制了埃皮波莱周围的地区。

词汇与语法注释

  1. 8.37.1ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι — 由 ὥστε 引导的结果从句。不定式 εἶναι 的主语是宾格短语 τὴν ... ἀπόστασιν。
  2. 8.37.2αὐτομόλου διασαφήσαντος — 属格独立结构,其后紧跟 ὅτι 从句,引导报告的具体内容。
  3. 8.37.9ἀκμὴν — 源自名词 ἀκμή 的宾格形式,但在此作时间副词使用,意为“仍然”、“尚”(相当于 ἔτι)。

引用这一段

波利比奥斯, 历史 §8.37.1-8.37.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.37.1-8.37.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。