§8.32.1πολλῶν δὲ καὶ παντοδαπῶν κατασκευασμάτων ἁθροισθέντων ἐκ τῆς διαρπαγῆς, καὶ γενομένης ὠφελείας τοῖς Καρχηδονίοις ἀξίας τῶν προσδοκωμένων ἐλπίδων, §8.32.2τότε μὲν ἐπὶ τῶν ὅπλων ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν Ἀννίβας συνεδρεύσας μετὰ τῶν Ταραντίνων ἔκρινε διατειχίσαι τὴν πόλιν ἀπὸ τῆς ἄκρας, ἵνα μηδεὶς ἔτι φόβος ἐπικάθηται τοῖς Ταραντίνοις ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν Ῥωμαίων.
掠夺中收集到了许多各种各样的财物,迦太基人也获得了符合他们预期希望的收益,当天夜里他们全副武装露宿,但到了第二天,汉尼拔与塔兰托人商议后,决定用墙将城市与要塞隔开,以便让占领卫城的罗马人不再给塔兰托人带来任何恐惧。
§8.32.3πρῶτον μὲν οὖν ἐπεβάλετο προθέσθαι χάρακα παράλληλον τῷ τείχει τῆς ἀκροπόλεως καὶ τῇ πρὸ τούτου τάφρῳ.
于是,他首先着手在卫城城墙及城墙前方的壕沟平行处,在前方筑起一道木栅栏。
§8.32.4σαφῶς δὲ γινώσκων οὐκ ἐάσοντας τοὺς ὑπεναντίους, ἀλλʼ ἐναποδειξομένους τῇδέ πῃ τὴν αὑτῶν δύναμιν, ἡτοίμασε χεῖρας ἐπιτηδειοτάτας, νομίζων πρὸς τὸ μέλλον οὐδὲν ἀναγκαιότερον εἶναι τοῦ καταπλήξασθαι μὲν τοὺς Ῥωμαίους, εὐθαρσεῖς δὲ ποιῆσαι τοὺς Ταραντίνους.
但由于他清楚地知道敌人不会容忍此事,而必定会在此处设法展示他们自己的力量,于是他集结了最得力的部队,认为对于未来而言,没有什么比震慑罗马人并让塔兰托人树立信心更为迫切的了。
§8.32.5ἅμα δὲ τῷ τίθεσθαι τὸν πρῶτον χάρακα θρασέως τῶν Ῥωμαίων καὶ τετολμηκότως ἐπιχειρούντων τοῖς ὑπεναντίοις, βραχὺ συμμίξας Ἀννίβας καὶ τὰς ὁρμὰς τῶν προειρημένων ἐκκαλεσάμενος, ἐπεὶ προέπεσον οἱ πλείους ἐκτὸς τῆς τάφρου, δοὺς παράγγελμα τοῖς αὑτοῦ προσέβαλε τοῖς πολεμίοις.
就在第一道木栅栏开始安置的同时,罗马人大胆且勇猛地向对手发起进攻,汉尼拔与他们进行了一番短暂交火,引诱上述罗马人向前猛冲,等到他们的大多数人都冲出了壕沟之外,他便对部下下达命令,向敌人发起猛攻。
§8.32.6γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς, ὡς ἂν ἐν βραχεῖ χώρῳ καὶ περιτετειχισμένῳ τῆς συμπλοκῆς ἐπιτελουμένης, τὸ πέρας ἐκβιασθέντες ἐτράπησαν οἱ Ῥωμαῖοι.
战斗进行得异常激烈,因为冲突是在一个狭窄且被墙包围的空间内进行的,所以最终罗马人被击退,开始溃逃。
§8.32.7καὶ πολλοὶ μὲν ἔπεσον ἐν χειρῶν νόμῳ, τὸ δὲ πλεῖον αὐτῶν μέρος ἀπωθούμενον καὶ συγκρημνιζόμενον ἐν τῇ τάφρῳ διεφθάρη.
许多人在肉搏战中倒下,而他们中的大部分人则被推挤着跌落入壕沟中而丧命。