§8.27.1τῷ δὲ Γαΐῳ τῷ Λιβίῳ, γενομένῳ μετὰ τῶν συνήθων ἀφʼ ἡμέρας ἐν τῷ Μουσείῳ κατὰ τὴν τῶν νεανίσκων πρόληψιν, καὶ σχεδὸν ἤδη τοῦ πότου τὴν ἀκμαιοτάτην ἔχοντος διάθεσιν, προσαγγέλλεται περὶ δυσμὰς ἡλίου τοὺς Νομάδας ἐπιτρέχειν τὴν χώραν.
对于盖乌斯·利维乌斯来说,正如年轻人们预料的那样,他从白天起就和亲信们在缪斯神庙里,当酒宴已几乎达到高潮时,在日落时分,有人向他报告说努米底亚人正在劫掠乡野。
ὁ δὲ πρὸς μὲν αὐτὸ τοῦτο διενοήθη, §8.27.2καὶ καλέσας τινὰς τῶν ἡγεμόνων συνέταξε τοὺς μὲν ἡμίσεις τῶν ἱππέων ἐξελθόντας ὑπὸ τὴν ἑωθινὴν κωλῦσαι τοὺς κακοποιοῦντας τὴν χώραν τῶν πολεμίων, τῆς γε μὴν ὅλης πράξεως διὰ ταῦτα καὶ μᾶλλον ἀνύποπτος ἦν.
他本人针对这件事做出了如下考虑,他召集了几位军官,命令半数骑兵在黎明时出发,去阻止敌人破坏乡野;然而正因为这个报告,他对整个阴谋反而更加不加防备。
οἱ δὲ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον, §8.27.3ἅμα τῷ σκότος γενέσθαι συναθροισθέντες ἐν τῇ πόλει πάντες, ἐτήρουν τὴν ἐπάνοδον τῶν περὶ τὸν Λίβιον.
而尼康和特拉吉斯科斯一行人,在夜幕降临时便全都聚集在城里,监视着利维乌斯一行的归途。
§8.27.4τῶν δὲ ταχέως ἐξαναστάντων διὰ τὸ γεγονέναι τὸν πότον ἀφʼ ἡμέρας, οἱ μὲν ἄλλοι πρός τινα τόπον ἀποστάντες ἔμενον, τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ τὸν Γάιον, διακεχυμένοι καί τι καὶ προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας.
由于酒宴是从白天开始的,利维乌斯他们很早就离席了,其余的年轻人便退到某个地方等候,而其中几个年轻人则去迎接盖乌斯一行,他们神情欢愉、互相开着玩笑,仿佛在扮演刚从聚会回来的人。
§8.27.5ἔτι δὲ μᾶλλον ἠλλοιωμένων ὑπὸ τῆς μέθης τῶν περὶ τὸν Λίβιον, ἅμα τῷ συμμῖξαι γέλως ἐξ ἀμφοῖν ἦν καὶ παιδιὰ πρόχειρος.
利维乌斯一行人在酒精的作用下神志更加迷糊,双方一相遇便爆发出一阵笑声,随即相互调侃起来。
§8.27.6ἐπεὶ δὲ συνανακάμψαντες ἀποκατέστησαν αὐτὸν εἰς οἶκον, ὁ μὲν Γάιος ἀνεπαύετο μεθύων, ὡς εἰκός ἐστι τοὺς ἀφʼ ἡμέρας πίνοντας, οὐδὲν ἄτοπον οὐδὲ δυσχερὲς ἔχων ἐν τῇ διανοίᾳ, χαρᾶς δὲ πλήρης καὶ ῥᾳθυμίας.
当他们陪同他一起返回并送他到家后,盖乌斯便醉醺醺地歇下了,这对于从白天起就喝酒的人来说是很自然的,他心中没有任何反常或不安的想法,而是充满了喜悦与惬意。
§8.27.7οἱ δὲ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον ἐπεὶ συνέμιξαν τοῖς ἀπολελειμμένοις νεανίσκοις, διελόντες σφᾶς εἰς τρία μέρη παρεφύλαττον, διαλαβόντες τῆς ἀγορᾶς τὰς εὐκαιροτάτας εἰσβολάς, ἵνα μήτε τῶν ἔξωθεν προσπιπτόντων μηδὲν αὐτοὺς λανθάνῃ μήτε τῶν ἐν αὐτῇ τῇ πόλει γινομένων.
尼康和特拉吉斯科斯一行人,在与留守的其他年轻人汇合后,将自己分为三队进行警戒,分别占领了通往广场最有利的入口,以便无论是从外部突发的事态,还是在城内发生的事情,都无法避开他们的耳目。
§8.27.8ἐπέστησαν δὲ καὶ παρὰ τὴν οἰκίαν τοῦ Γαΐου, σαφῶς εἰδότες ὡς ἐὰν γίνηταί τις ὑπόνοια τοῦ μέλλοντος, ἐπὶ τὸν Λίβιον ἀνοισθήσεται πρῶτον, καὶ πᾶν τὸ πραττόμενον ἀπʼ ἐκείνου λήψεται τὴν ἀρχήν.
他们还在盖乌斯的住宅旁部署了人马,因为他们深知,如果对即将发生的事产生任何怀疑,首先会向利维乌斯报告,并且所有的行动都将从他那里发起。
§8.27.9ὡς δʼ αἱ μὲν ἀπὸ τῶν δείπνων ἐπάνοδοι καὶ συλλήβδην ὁ τοιοῦτος θόρυβος ἤδη παρῳχήκει, τῶν δὲ δημοτῶν ἡ πληθὺς κατακεκοίμητο, προύβαινε δὲ τὰ τῆς νυκτὸς καὶ τὰ τῆς ἐλπίδος ἀκέραια διέμενε, τότε συναθροισθέντες προῆγον ἐπὶ τὴν προκειμένην χρείαν.
当晚宴结束后的返程以及总之这类喧闹已经过去,普通市民大都已经入睡,而夜色渐深,他们的希望依然完好无损时,他们便聚集在一起,向着既定的任务前行。