§8.28.1τὰ δὲ συγκείμενα τοῖς νεανίσκοις ἦν πρὸς τοὺς Καρχηδονίους· §8.28.2τὸν μὲν Ἀννίβαν ἔδει συνάψαντα τῇ πόλει κατὰ τὴν ἀπὸ τῆς μεσογαίου, πρὸς ἕω δὲ κειμένην πλευράν, ὡς ἐπὶ τὰς Τημενίδας προσαγορευομένας πύλας, ἀνάψαι πῦρ ἐπὶ τοῦ τάφου, τοῦ παρὰ μέν τισιν Ὑακίνθου προσαγορευομένου, παρὰ δέ τισιν Ἀπόλλωνος Ὑακίνθου, §8.28.3τοὺς δὲ περὶ τὸν Τραγίσκον, ὅταν ἴδωσι τοῦτο γινόμενον, ἔνδοθεν ἀντιπυρσεῦσαι.
年轻人们同迦太基人商定的协定如下:汉尼拔在从内陆靠近城市、朝向东面被称为特梅尼德斯门的一侧时,必须在被一些人称为许阿辛托斯之墓、而被另一些人称为阿波罗·许阿辛托斯之墓的坟墓上点火;而特拉吉斯科斯一行,一旦看到此事发生,则要在城内举火回应。
§8.28.4τούτου δὲ συντελεσθέντος, σβέσαι τὸ πῦρ ἔδει τοὺς περὶ τὸν Ἀννίβαν καὶ βάδην ποιεῖσθαι τὴν πορείαν ὡς ἐπὶ τὴν πύλην.
此事完成后,汉尼拔一行应当熄灭火焰,并缓步向城门进发。
§8.28.5ὧν διατεταγμένων, οἱ μὲν νεανίσκοι διαπορευθέντες τὸν οἰκούμενον τόπον τῆς πόλεως ἧκον ἐπὶ τοὺς τάφους.
安排停当后,年轻人们穿过城市的居住区,来到了墓地。
§8.28.6τὸ γὰρ πρὸς ἕω μέρος τῆς τῶν Ταραντίνων πόλεως μνημάτων ἐστὶ πλῆρες, διὰ τὸ τοὺς τελευτήσαντας ἔτι καὶ νῦν θάπτεσθαι παρʼ αὐτοῖς πάντας ἐντὸς τῶν τειχῶν κατά τι λόγιον ἀρχαῖον.
因为塔兰托城的东部塞满了坟墓,这是由于根据一条古老的神谕,直到现在他们仍将所有的死者都安葬在城墙以内。
§8.28.7φασὶ γὰρ χρῆσαι τὸν θεὸν τοῖς Ταραντίνοις ἄμεινον καὶ λῷον ἔσεσθαί σφισι ποιουμένοις τὴν οἴκησιν μετὰ τῶν πλειόνων.
据说神曾给塔兰托人神谕称,如果他们同“多数人”一起建构家园,他们的情况将会更好、更美满。
§8.28.8τοὺς δὲ νομίσαντας ἂν οἰκῆσʼ οὕτως ἄριστα κατὰ τὸν χρησμόν, εἰ καὶ τοὺς μετηλλαχότας ἐντὸς τοῦ τείχους ἔχοιεν, διὰ ταῦτα θάπτειν ἔτι καὶ νῦν τοὺς μεταλλάξαντας ἐντὸς τῶν πυλῶν.
而他们认为,如果他们把逝者也留在城墙之内,根据神谕他们便能以此种最完美的方式生活,因此直到现在,他们仍将死者安葬在城门以内。
§8.28.9οὐ μὴν ἀλλʼ οἵ γε προειρημένοι παραγενόμενοι πρὸς τὸν τοῦ Πυθιονίκου τάφον ἐκαραδόκουν τὸ μέλλον.
且说,上述的年轻人们来到了皮托尼科斯的墓前,静待事态的发展。
§8.28.10συνεγγισάντων δὲ τῶν περὶ τὸν Ἀννίβαν καὶ πραξάντων τὸ συνταχθέν, ἅμα τῷ τὸ πῦρ ἰδεῖν οἱ περὶ τὸν Νίκωνα καὶ Τραγίσκον ἀναθαρρήσαντες ταῖς ψυχαῖς καὶ τὸν παρʼ αὑτῶν πυρσὸν ἀναδείξαντες, ἐπεὶ τὸ παρʼ ἐκείνων πῦρ πάλιν ἑώρων ἀποσβεννύμενον, ὥρμησαν ἐπὶ τὴν πύλην μετὰ δρόμου καὶ σπουδῆς, §8.28.11βουλόμενοι φθάσαι φονεύσαντες τοὺς ἐπὶ τοῦ πυλῶνος τεταγμένους, διὰ τὸ συγκεῖσθαι [καὶ] σχολῇ καὶ βάδην ποιεῖσθαι τὴν πορείαν τοὺς Καρχηδονίους.
当汉尼拔一行逼近并执行了吩咐的任务时,尼康和特拉吉斯科斯一行一看到火光,便振作起精神,举起己方的火记作为回应;当他们看到对方的火光再次熄灭时,便飞奔着、急匆匆地冲向城门,他们希望在对方到达前杀光部署在城门处的守卫,因为双方曾商定,迦太基人应当不慌不忙、缓步前行。
§8.28.12εὐροήσαντος δὲ τοῦ πράγματος, καὶ προκαταληφθέντων τῶν φυλαττόντων, οἱ μὲν ἐφόνευον τούτους, οἱ δὲ διέκοπτον τοὺς μοχλούς.
事情进展顺利,守卫们被出其不意地制服,于是一些人开始斩杀他们,另一些人则砍断了门闩。
§8.28.13ταχὺ δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, πρὸς τὸν δέοντα καιρὸν ἧκον οἱ περὶ τὸν Ἀννίβαν, κεχρημένοι τῇ πορείᾳ συμμέτρως, ὥστε μηδεμίαν ἐπίστασιν γενέσθαι παρʼ ὁδὸν ἐπὶ τὴν πόλιν.
城门迅速被打开,汉尼拔一行在恰当的时刻赶到,他们恰到好处地调整了行军速度,以至于在前往城市的途中没有发生任何停顿。