§8.26.1ὁ δὲ πάλαι μὲν ἐπεπόριστο σκῆψιν ὡς ἀρρωστῶν, χάριν τοῦ μὴ θαυμάζειν ἀκούοντας τοὺς Ῥωμαίους, ὡς καὶ πλείω χρόνον ἐπὶ τῶν αὐτῶν τόπων ποιεῖται τὴν διατριβήν· §8.26.2τότε δὲ καὶ μᾶλλον προσεποιεῖτο τὴν ἀρρωστίαν.
汉尼拔早就准备好了生病的借口,以便罗马人听到他长期滞留在同一地点时,不至于感到惊讶;此时他更是加倍装病。
ἀπεῖχε δὲ τῷ στρατοπέδῳ τριῶν ἡμερῶν ὁδὸν τοῦ Τάραντος.
他的军营距离塔兰托有三天的路程。
§8.26.3ἥκοντος δὲ τοῦ καιροῦ, παρεσκευακὼς ἔκ τε τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς διαφέροντας εὐκινησίᾳ καὶ τόλμῃ, περὶ μυρίους ὄντας τὸν ἀριθμόν, παρήγγειλε τεττάρων ἡμερῶν ἔχειν ἐφόδια.
动手的时机一到,他从骑兵和步兵中挑选了在行动敏捷和胆识过人方面最杰出的战士,人数约有一万,并命令他们携带四天的口粮。
§8.26.4ποιησάμενος δὲ τὴν ἀναζυγὴν ὑπὸ τὴν ἑωθινὴν ἐχρῆτο τῇ πορείᾳ συντόνως.
他在黎明前出发,全速行军。
τῶν δὲ Νομαδικῶν ἱππέων εἰς ὀγδοήκοντα προχειρισάμενος ἐκέλευε προπορεύεσθαι τῆς δυνάμεως εἰς τριάκοντα σταδίους καὶ τοὺς παρὰ τὴν ὁδὸν τόπους ἐξ ἑκατέρου τοῦ μέρους ἐπιτρέχειν, §8.26.5ἵνα μηδεὶς κατοπτεύσῃ τὴν ὅλην δύναμιν, ἀλλʼ οἱ μὲν ὑποχείριοι γίνοιντο τῶν διεμπιπτόντων, οἱ δὲ διαφυγόντες ἀναγγέλλοιεν εἰς τὴν πόλιν, ὡς ἐπιδρομῆς οὔσης ἐκ τῶν Νομάδων.
他挑出大约八十名努米底亚骑兵,命令兵分两路在主力部队前方三十斯塔德行进,并搜索道路两旁的地区,以防任何人察觉到主力部队的整体动向,而是让遭遇他们的人中一部分被俘,而逃脱的人则向城内报告是努米底亚人在进行袭击。
§8.26.6ἀποσχόντων δὲ τῶν Νομάδων ὡς ἑκατὸν εἴκοσι σταδίους, ἐδειπνοποιήσατο παρά τινα δυσσύνοπτον καὶ φαραγγώδη ποταμόν.
行进了大约一百二十斯塔德后,他在一条隐蔽且处于深谷中的河流旁让士兵吃晚饭。
§8.26.7καὶ συναθροίσας τοὺς ἡγεμόνας κυρίως μὲν οὐ διεσάφει τὴν ἐπιβολήν, ἁπλῶς δὲ παρεκάλει πρῶτον μὲν ἄνδρας ἀγαθοὺς γίνεσθαι πάντας, ὡς οὐδέποτε μειζόνων αὐτοῖς ἄθλων ὑποκειμένων, §8.26.8δεύτερον δὲ συνέχειν ἕκαστον τῇ πορείᾳ τοὺς ὑφʼ αὑτὸν ταττομένους καὶ πικρῶς ἐπιτιμᾶν τοῖς καθόλου παρεκβαίνουσιν ἐκ τῆς ἰδίας τάξεως, §8.26.9τελευταῖον δὲ προσέχειν τὸν νοῦν τοῖς παραγγελλομένοις καὶ μηδὲν ἰδιοπραγεῖν πάρεξ τῶν προσταττομένων.
召集军官后,他并没有透露具体的计划,而只是勉励他们:第一,人人都要成为勇士,因为从未有如此巨大的奖赏摆在他们面前;第二,每个人在行军中都要紧紧约束自己的部下,严厉惩罚任何擅自脱离自己队伍的人;最后,要密切注意传达的指令,除了命令的事情外,绝不擅自行动。
§8.26.10ταῦτʼ εἰπὼν καὶ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν, κνέφατος ἄρτι γενομένου, σπουδάζων συνάψαι τῷ τείχει περὶ μέσας νύκτας, καθηγεμόνα τὸν Φιλήμενον ἔχων καὶ παρεσκευακὼς ὗν ἄγριον αὐτῷ πρὸς τὴν διατεταγμένην χρείαν.
说完这些并解散军官后,就在夜幕刚刚降临时,他启动了前锋部队,力求在半夜时分抵达城墙,由菲莱梅诺斯担任向导,并已为他准备了一头野猪以备预定之用。