Humanitext Reader

波利比奥斯 · 历史 §8.25.1-8.25.11

与汉尼拔订立盟约与夺取塔兰托的谋划

第 585 段,共 1311 段 · 希腊语

内容简介

塔兰托青年与汉尼拔就自由保障交换了誓约,并以打猎为借口成功拉拢了罗马指挥官和守门人,最后将行动日期定在指挥官参加宴会的那一天。

§8.25.1μετὰ δὲ ταῦτα ποιησάμενοι δευτέραν ἔξοδον, καὶ παραπλησίως χειρίσαντες τὰ κατὰ μέρος, αὐτοί τε τοῖς περὶ τὸν Ἀννίβαν ἔδοσαν πίστεις καὶ παρʼ ἐκείνων ἔλαβον ἐπὶ τούτοις, §8.25.2ἐφʼ ᾧ Ταραντίνους ἐλευθερώσειν καὶ μήτε φόρους πράξεσθαι κατὰ μηδένα τρόπον μήτʼ ἄλλο μηδὲν ἐπιτάξειν Ταραντίνοις Καρχηδονίους, τὰς δὲ τῶν Ῥωμαίων οἰκίας καὶ καταλύσεις, ἐπειδὰν κρατήσωσι τῆς πόλεως, ἐξεῖναι Καρχηδονίοις διαρπάζειν.
此后,他们进行了第二次出击,并以类似的方式处理了具体细节,他们自己向汉尼拔及其同伴提供了保证,并在此基础上从对方那里得到了保证:即迦太基人应让塔兰托人获得自由,不以任何方式征收贡赋,也不对塔兰托人强加任何其他负担;但当他们占领该城时,应允许迦太基人掠夺罗马人的房屋和住所。
§8.25.3ἐποιήσαντο δὲ καὶ σύνθημα τοῦ παραδέχεσθαι σφᾶς τοὺς φύλακας ἑτοίμως εἰς τὴν παρεμβολήν, ὅτʼ ἔλθοιεν.
他们还约定了一个信号,以便在他们到来时,哨兵能随时将他们迎入营地。
§8.25.4ὧν γενομένων ἔλαβον ἐξουσίαν εἰς τὸ καὶ πλεονάκις συμμιγνύναι τοῖς περὶ τὸν Ἀννίβαν, ποτὲ μὲν ὡς ἐπʼ ἐξοδείαν, ποτὲ δὲ πάλιν ὡς ἐπὶ κυνηγίαν ποιούμενοι τὰς ἐκ τῆς πόλεως ἐξόδους.
搞定这些之后,他们获得了更频繁地与汉尼拔等人会面的机会,他们有时假装出去劫掠,有时又假装出去打猎,以此离开城市。
§8.25.5ταῦτα δὲ διαρμοσάμενοι πρὸς τὸ μέλλον, οἱ μὲν πλείους ἐπετήρουν τοὺς καιρούς, τὸν δὲ Φιλήμενον ἀπέταξαν ἐπὶ τὰς κυνηγίας· §8.25.6διὰ γὰρ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις ὡς οὐδὲν προυργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν.
在为未来做好了这些安排之后,大多数人负责窥伺时机,而将菲莱梅诺斯派去进行狩猎活动;因为由于他对这一活动的极度狂热,人们普遍认为他在生活中没有比打猎更重要的事情了。
§8.25.7διὸ τούτῳ μὲν ἐπέτρεψαν ἐξιδιάσασθαι διὰ τῶν ἁλισκομένων θηρίων πρῶτον μὲν τὸν ἐπὶ τῆς πόλεως τεταγμένον Γάιον Λίβιον, δεύτερον δὲ τοὺς φυλάττοντας τὸν πυλῶνα τὸν ὑπὸ τὰς Τημενίδας προσαγορευομένας πύλας.
因此,他们委托他通过捕获的野兽,首先去拉拢负责管理该城的罗马指挥官盖乌斯·利维乌斯,其次是看守被称为“特梅尼德斯门”的大门旁便门的人。
§8.25.8ὃς παραλαβὼν τὴν πίστιν ταύτην, καὶ τὰ μὲν αὐτὸς κυνηγετῶν, τῶν δʼ ἑτοιμαζομένων αὐτῷ διʼ Ἀννίβου, συνεχῶς εἰσέφερε τῶν θηρίων, ὧν τὰ μὲν ἐδίδου τῷ Γαΐῳ, τὰ δὲ τοῖς ἐπὶ τοῦ πυλῶνος χάριν τοῦ τὴν ῥινοπύλην ἑτοίμως ἀνοίγειν αὐτῷ· §8.25.9τὸ γὰρ πλεῖον ἐποιεῖτο τὰς εἰσόδους καὶ τὰς ἐξόδους νυκτός, προφάσει μὲν χρώμενος τῷ φόβῳ τῶν πολεμίων, ἁρμοζόμενος δὲ πρὸς τὴν ὑποκειμένην πρόθεσιν.
他接受了这一任务,一方面自己打猎,另一方面利用汉尼拔为他准备的野兽,源源不断地运进野味,其中一些送给盖乌斯,另一些送给看守便门的人,以便他们随时为他打开边门;因为他大多数的出入都在夜间,借口是害怕敌人,实际上是顺应眼前的意图。
§8.25.10ἤδη δὲ κατεσκευασμένου τοιαύτην συνήθειαν τοῦ Φιλημένου πρὸς τοὺς ἐπὶ τῆς πύλης ὥστε μὴ διαπορεῖν τοὺς φυλάττοντας, ἀλλʼ ὁπότε προσεγγίσας τῷ τείχει προσσυρίξαι νυκτός, εὐθέως ἀνοίγεσθαι τὴν ῥινοπύλην αὐτῷ, §8.25.11τότε παρατηρήσαντες τὸν ἐπὶ τῆς πόλεως ἄρχοντα τῶν Ῥωμαίων, ἀφʼ ἡμέρας μέλλοντα γίνεσθαι μετὰ πλειόνων ἐν τῷ προσαγορευομένῳ Μουσείῳ σύνεγγυς τῆς ἀγορᾶς, ταύτην ἐτάξαντο τὴν ἡμέραν πρὸς τὸν Ἀννίβαν.
由于菲莱梅诺斯已经与看守城门的人建立起了这样的习惯,以至于哨兵们毫不怀疑,只要他夜间接近城墙并吹口哨,边门就会立刻为他打开,这时,他们注意到负责该城的罗马指挥官打算从黄昏起与许多人一起在靠近市场、被称为“缪斯神庙”的地方聚会,于是他们与汉尼拔约定在这一天行动。

词汇与语法注释

  1. 8.25.2ἐφʼ ᾧ — ἐφʼ ᾧ 是一个表示“在……条件下”的惯用词组,后接不定式(此处为 ἐλευθερώσειν 和 πράξεσθαι 等),用于规定交换誓约(πίστεις)的具体条件。
  2. 8.25.6ὡς οὐδὲν προυργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν — 由 ὡς 引导的属格独立结构(ποιουμένου 指代 Philemenus),解释了名词 διάληψις(舆论、看法)的内容。短语 ποιοῦμαι προυργιαίτερον 后接属格(此处为 τοῦ κυνηγετεῖν),意为“认为……比……更重要”。
  3. 8.25.10ἤδη δὲ κατεσκευασμένου τοιαύτην συνήθειαν τοῦ Φιλημένου πρὸς τοὺς ἐπὶ τῆς πύλης ὥστε μὴ διαπορεῖν τοὺς φυλάττοντας — 这是一个由 ἤδη δὲ κατεσκευασμένου... τοῦ Φιλημένου 构成的属格独立结构,主语是 Φιλημένος。ὥστε 引导结果从句,限定了这种习惯(συνήθειαν)的程度,即“达到让哨兵毫不怀疑(διαπορεῖν)的地步”。

引用这一段

波利比奥斯, 历史 §8.25.1-8.25.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.25.1-8.25.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。