§7.8.1τῷ παντὶ χρησιμώτερος.
更为有益。
Ἱέρων μὲν γὰρ πρῶτον μὲν διʼ αὑτοῦ κατεκτήσατο τὴν Συρακοσίων καὶ τῶν συμμάχων ἀρχήν, οὐ πλοῦτον, οὐ δόξαν, οὐχ ἕτερον οὐδὲν ἐκ τῆς τύχης ἕτοιμον παραλαβών.
因为希伦首先凭借自己的力量赢得了叙拉古人及其同盟者的统治权,而没有从命运中继承任何财富、名声或现成的东西。
§7.8.2καὶ μὴν οὐκ ἀποκτείνας, οὐ φυγαδεύσας, οὐ λυπήσας οὐδένα τῶν πολιτῶν, διʼ αὑτοῦ βασιλεὺς κατέστη τῶν Συρακοσίων, §7.8.3ὃ πάντων ἐστὶ παραδοξότατον, ἔτι δὲ τὸ μὴ μόνον κτήσασθαι τὴν ἀρχὴν οὕτως, ἀλλὰ καὶ διαφυλάξαι τὸν αὐτὸν τρόπον.
而且,他没有杀害、流放或伤害任何一位公民,而是凭借自己的力量成为了叙拉古人的国王,这是最令人惊叹的事;不仅如此,他不仅以这种方式赢得了统治权,而且还以同样的方式将其守护了下来。
§7.8.4ἔτη γὰρ πεντήκοντα καὶ τέτταρα βασιλεύσας διετήρησε μὲν τῇ πατρίδι τὴν εἰρήνην, διεφύλαξε δʼ αὑτῷ τὴν ἀρχὴν ἀνεπιβούλευτον, διέφυγε δὲ τὸν ταῖς ὑπεροχαῖς παρεπόμενον φθόνον· §7.8.5ὅς γε πολλάκις ἐπιβαλόμενος ἀποθέσθαι τὴν δυναστείαν ἐκωλύθη κατὰ κοινὸν ὑπὸ τῶν πολιτῶν.
因为他当了五十四年的国王,不仅为祖国维护了和平,为自己保持了免受阴谋危害的统治权,而且避开了伴随卓越地位而来的嫉妒;他甚至多次试图放弃自己的统治权,却被公民们共同阻止。
§7.8.6εὐεργετικώτατος δὲ καὶ φιλοδοξότατος γενόμενος εἰς τοὺς Ἕλληνας μεγάλην μὲν αὑτῷ δόξαν, οὐ μικρὰν δὲ Συρακοσίοις εὔνοιαν παρὰ πᾶσιν ἀπέλιπε.
由于他对希腊人极具恩惠且极其追求荣誉,他为自己留下了巨大的名声,也为叙拉古人在所有人中赢得了不小的善意。
§7.8.7καὶ μὴν ἐν περιουσίᾳ καὶ τρυφῇ καὶ δαψιλείᾳ πλείστῃ διαγενόμενος ἔτη μὲν ἐβίωσε πλείω τῶν ἐνενήκοντα, διεφύλαξε δὲ τὰς αἰσθήσεις ἁπάσας, διετήρησε δὲ πάντα καὶ τὰ μέρη τοῦ σώματος ἀβλαβῆ.
此外,尽管他在极度富足、奢侈和宽裕中度过了漫长的岁月,他却活到了九十岁以上,保持了所有的感官完好,并维持了身体的所有部位健康无损。
§7.8.8τοῦτο δέ μοι δοκεῖ σημεῖον οὐ μικρόν, ἀλλὰ παμμέγεθες εἶναι βίου σώφρονος.
在我看来,这绝非微不足道,而是节制生活的极大证明。
[εχξ. πειρ. π. 9. ] §7.8.9ὅτι Γέλων πλείω τῶν πεντήκοντα βιώσας ἐτῶν σκοπὸν προέθηκε κάλλιστον ἐν τῷ ζῆν, τὸ πειθαρχεῖν τῷ γεννήσαντι, καὶ μήτε πλοῦτον μήτε βασιλείας μέγεθος μήτʼ ἄλλο περὶ πλείονος ποιήσασθαι μηδὲν τῆς πρὸς τοὺς γονεῖς εὐνοίας καὶ πίστεως.
盖隆活了五十多岁,将人生中最美好的目标树立在自己面前:服从生育自己的父亲,并且无论财富、王权的大小还是其他任何东西,都不比对父母的敬爱和忠诚更重要。
[εχξ. πειρ. π. 13. ]