§7.10.1οὔσης δημοκρατίας παρὰ τοῖς Μεσσηνίοις, καὶ τῶν μὲν ἀξιολόγων ἀνδρῶν πεφυγαδευμένων, τῶν δὲ κατακεκληρουχημένων τὰς τούτων οὐσίας ἐπικρατούντων τῆς πολιτείας, δυσχερῶς ὑπέφερον τὴν τούτων ἰσηγορίαν οἱ μένοντες τῶν ἀρχαίων πολιτῶν.
由于美塞尼亚人中实行民主制,一方面著名的人士被流放,另一方面分得他们财产的人支配着国政,因此留存下来的旧市民们难以忍受与这些人享有平等的发言权。
[συιδας ϝ. Ἰσηγορεῖ. ] §7.10.2ὅτι Γόργος ὁ Μεσσήνιος οὐδενὸς ἦν δεύτερος Μεσσηνίων πλούτῳ καὶ γένει, διὰ δὲ τὴν ἄθλησιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατος ἐγεγόνει τῶν περὶ τοὺς γυμνικοὺς ἀγῶνας φιλοστεφανούντων.
[苏伊达斯,“伊塞戈雷”条]美塞尼亚人戈尔戈斯在财富和门第上不亚于任何美塞尼亚人,并且由于他在全盛时期的体育竞技,在所有渴望在体育比赛中赢得桂冠的人当中,他已变得最负盛名。
§7.10.3καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προστασίαν, ἔτι δὲ κατὰ τὸ πλῆθος τῶν στεφάνων, οὐδενὸς ἐλείπετο τῶν καθʼ αὑτόν.
因为无论在外表的尊贵上,还是在余生行为的体面上,抑或在获得桂冠的数量上,他都不逊色于同时代的任何人。
§7.10.4καὶ μὴν ὅτε καταλύσας τὴν ἄθλησιν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὸ πράττειν τὰ τῆς πατρίδος ὥρμησε, καὶ περὶ τοῦτο τὸ μέρος οὐκ ἐλάττω δόξαν ἐξεφέρετο τῆς πρότερον ὑπαρχούσης αὐτῷ, §7.10.5πλεῖστον μὲν ἀπέχειν δοκῶν τῆς τοῖς ἀθληταῖς παρεπομένης ἀναγωγίας, πρακτικώτατος δὲ καὶ νουνεχέστατος εἶναι νομιζόμενος περὶ τὴν πολιτείαν.
况且,当他结束体育生涯、转而投身政治并参与祖国的国务时,他在这一领域也赢得了不亚于他先前所拥有的声望,他被认为极少沾染运动员常有的粗野,并被视为在政治事务中最具实践力且最深思熟虑的人。
[εχξ. πειρ. π. 13. συιδας ϝ. Γόργος. ]
[培雷修斯集第13页,苏伊达斯,“戈尔戈斯”条]