Humanitext Reader

波利比奥斯 · 历史 §7.4.1-7.4.9

希埃罗尼姆斯的过分要求与迦太基的妥协

第 540 段,共 1311 段 · 希腊语

内容简介

希埃罗尼姆斯派使节前往迦太基缔结划分西西里的条约,随后又要求统治整个西西里。迦太基人虽看穿其狂妄,但为了自身利益仍应允一切并着手运兵。

§7.4.1Ἱερώνυμος δὲ προχειρισάμενος Ἀγάθαρχον καὶ Ὀνησιγένη καὶ Ἱπποσθένη πέμπει μετʼ Ἀννίβου πρὸς Καρχηδονίους, δοὺς ἐντολὰς ἐπὶ τοῖσδε ποιεῖσθαι τὰς συνθήκας, §7.4.2ἐφʼ ᾧ Καρχηδονίους βοηθεῖν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι, καὶ συνεκβαλόντας Ῥωμαίους ἐκ Σικελίας οὕτως διελέσθαι τὰ κατὰ τὴν νῆσον ὥστε τῆς ἑκατέρων ἐπαρχίας ὅρον εἶναι τὸν Ἱμέραν ποταμόν, ὃς μάλιστά πως δίχα διαιρεῖ τὴν ὅλην Σικελίαν.
而希埃罗尼姆斯选派了阿加塔尔科斯、奥内西格内斯和希波斯提内斯,让他们与汉尼拔一同前去谒见迦太基人,并指示他们按以下条件缔结条约:即:迦太基人应以陆军和海军予以援助,并在共同将罗马人逐出西西里之后,对该岛进行划分,以希梅拉斯河为双方领土的分界线,这条河几乎将整个西西里一分为二。
§7.4.3οὗτοι μὲν οὖν ἀφικόμενοι πρὸς Καρχηδονίους διελέγοντο περὶ τούτων καὶ ταῦτʼ ἔπραττον, εἰς πᾶν ἑτοίμως συγκαταβαινόντων τῶν Καρχηδονίων· §7.4.4οἱ δὲ περὶ τὸν Ἱπποκράτην, λαμβάνοντες εἰς τὰς χεῖρας τὸ μειράκιον τὰς μὲν ἀρχὰς ἐψυχαγώγουν, ἐξηγούμενοι τὰς ἐν Ἰταλίᾳ πορείας Ἀννίβου καὶ παρατάξεις καὶ μάχας, §7.4.5μετὰ δὲ ταῦτα φάσκοντες μηδενὶ καθήκειν μᾶλλον τὴν ἁπάντων Σικελιωτῶν ἀρχὴν ὡς ἐκείνῳ, πρῶτον μὲν διὰ τὸ τῆς Πύρρου θυγατρὸς υἱὸν εἶναι Νηρηίδος, ὃν μόνον κατὰ προαίρεσιν καὶ κατʼ εὔνοιαν Σικελιῶται πάντες εὐδόκησαν σφῶν αὐτῶν ἡγεμόνʼ εἶναι καὶ βασιλέα, δεύτερον δὲ κατὰ τὴν Ἱέρωνος τοῦ πάππου δυναστείαν.
于是,这些人抵达迦太基人那里后,便就这些事务进行商谈并着手办理,而迦太基人也十分乐意地同意了一切要求;另一方面,希波克拉底及其同伙将这个年轻人控制在手中,起初通过向他讲述汉尼拔在意大利的行军、列阵和战斗来蛊惑他的心志,随后,他们声称,全西西里人的统治权最应该归属于他:第一,因为他是皮洛士的女儿内雷伊斯之子(皮洛士是全体西西里人唯一出于自愿和好意而一致同意作为自己领袖和国王的人);第二,基于他祖父希埃隆的统治权。
§7.4.6καὶ τέλος ἐπὶ τοσοῦτον ἐξωμίλησαν τὸ μειράκιον ὥστε καθόλου μηδενὶ προσέχειν τῶν ἄλλων διὰ τὸ καὶ φύσει μὲν ἀκατάστατον ὑπάρχειν, ἔτι δὲ μᾶλλον ὑπʼ ἐκείνων τότε μετεωρισθέν· §7.4.7ἀκμὴν τῶν περὶ Ἀγάθαρχον ἐν τῇ Καρχηδόνι τὰ προειρημένα διαπραττομένων, ἐπιπέμπει πρεσβευτάς, τὴν μὲν τῆς Σικελίας ἀρχὴν φάσκων αὑτῷ καθήκειν ἅπασαν, ἀξιῶν δὲ Καρχηδονίους μὲν βοηθεῖν περὶ Σικελίας, αὐτὸς δὲ Καρχηδονίοις ὑπισχνούμενος ἐπαρκεῖν εἰς τὰς κατὰ τὴν Ἰταλίαν πράξεις.
最终,他们完全拉拢了这个年轻人,以至于他根本不听从其他任何人的话,这既是因为他天性反复无常,更是因为当时受到了他们更甚的煽动;正当阿加塔尔科斯一伙人在迦太基商定上述条款之时,他突然增派使者,声称整个西西里的统治权应属于他,要求迦太基人在西西里给予援助,而他自己则承诺在意大利的行动中协助迦太基人。
§7.4.8τὴν μὲν οὖν ὅλην ἀκαταστασίαν καὶ μανίαν καλῶς συνθεώμενοι Καρχηδόνιοι τοῦ μειρακίου, νομίζοντες δὲ κατὰ πολλοὺς τρόπους συμφέρειν σφίσι τὸ μὴ προέσθαι τὰ κατὰ τὴν Σικελίαν, §7.4.9ἐκείνῳ μὲν ἅπαντα συγκατένευον, αὐτοὶ δὲ καὶ πρότερον ἤδη παρασκευασάμενοι ναῦς καὶ στρατιώτας, ἐγίνοντο πρὸς τὸ διαβιβάζειν τὰς
迦太基人虽然十分清楚地看穿了这个年轻人的反复无常和狂妄,但考虑到不放弃西西里事务在许多方面对他们有利,便对他首肯了所有要求,而他们自己此前也已经整备了船只和士兵,此时便着手进行运送兵力。

词汇与语法注释

  1. 7.4.2ἐφʼ ᾧ — 介词短语 `ἐφʼ ᾧ` 后接不定式(`βοηθεῖν` 和 `διελέσθαι`),用于引入缔结条约的具体条件(意为“条件是……”、“在……的前提下”)。
  2. 7.4.5ὃν μόνον — 关系代名词 `ὃν` 的先行词是前面属格形式的专有名词 `Πύρρου`(皮洛士,阳性),而非内雷伊斯(阴性)。它在此关系子句中作为动词 `εὐδόκησαν` 所带不定式 `εἶναι` 的主格(对格主语)起作用。
  3. 7.4.7ἀκμὴν — 副词性对格 `ἀκμήν` 在希腊化时期的希腊语(通用希腊语)中表示“正当其时(just then, at the very moment)”。它修饰并强调了随后的属格独立分词结构 `τῶν περὶ Ἀγάθαρχον ... διαπραττομένων` 的时间紧迫性。

引用这一段

波利比奥斯, 历史 §7.4.1-7.4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.4.1-7.4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。