Humanitext Reader

波利比奥斯 · 历史 §7.2.1-7.2.6

希埃罗尼姆斯与汉尼拔结盟谈判

第 538 段,共 1311 段 · 希腊语

内容简介

叙拉古国王希埃罗尼姆斯在佐伊普斯等人的说服下向汉尼拔派出了使节。汉尼拔热情接待了使节,并派自己的代表与他们一同返回叙拉古,希埃罗尼姆斯随即表示愿意与迦太基结盟。

§7.2.1ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Ἱερωνύμου τοῦ βασιλέως Συρακοσίων, ἐκχωρήσαντος τοῦ Θράσωνος, οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον πείθουσι τὸν Ἱερώνυμον εὐθέως πρεσβευτὰς πρὸς τὸν Ἀννίβαν πέμψαι.
据记载,在针对叙拉古国王希埃罗尼姆斯的阴谋发生后,随着色拉松的退出,佐伊普斯和阿德拉诺多鲁斯及其党羽说服希埃罗尼姆斯立即派使节去见汉尼拔。
§7.2.2προχειρισάμενος δὲ Πολύκλειτον τὸν Κυρηναῖον καὶ Φιλόδημον τὸν Ἀργεῖον, τούτους μὲν εἰς Ἰταλίαν ἀπέστειλε, δοὺς ἐντολὰς λαλεῖν ὑπὲρ κοινοπραγίας τοῖς Καρχηδονίοις, ἅμα δὲ καὶ τοὺς ἀδελφοὺς εἰς Ἀλεξάνδρειαν ἀπέπεμψεν.
他选派了昔兰尼的波吕克莱托斯和阿耳戈斯的菲洛德莫斯,将他们送往意大利,并指示他们与迦太基人商谈共同结盟的事宜,同时他也将自己的兄弟们送往亚历山大里亚。
§7.2.3Ἀννίβας δὲ τοὺς περὶ Πολύκλειτον καὶ Φιλόδημον ἀποδεξάμενος φιλανθρώπως, καὶ πολλὰς ἐλπίδας ὑπογράψας τῷ μειρακίῳ [Ἱερωνύμῳ], σπουδῇ πάλιν ἀπέπεμψε τοὺς πρέσβεις, σὺν δὲ τούτοις Ἀννίβαν τὸν Καρχηδόνιον, ὄντα τότε τριήραρχον, καὶ τοὺς Συρακοσίους Ἱπποκράτην καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον Ἐπικύδην.
汉尼拔热情地接待了波吕克莱托斯一行,并让那个年轻人(希埃罗尼姆斯)抱有极大的期望,随后急忙让使节们返回,并派迦太基人汉尼拔(当时任三列桨战船指挥官)以及叙拉古人希波克拉底和他的弟弟埃皮库德斯与他们同行。
§7.2.4συνέβαινε δὲ τούτους τοὺς ἄνδρας καὶ πλείω χρόνον ἤδη στρατεύεσθαι μετʼ Ἀννίβου, πολιτευομένους παρὰ Καρχηδονίοις διὰ τὸ φεύγειν αὐτῶν τὸν πάππον ἐκ Συρακουσῶν δόξαντα προσενηνοχέναι τὰς χεῖρας ἑνὶ τῶν Ἀγαθοκλέους υἱῶν Ἀγαθάρχῳ.
恰巧这些人已经随汉尼拔从军多时,并在迦太基人中生活,因为他们的祖父因被认为对阿加托克利斯的儿子之一阿加塔尔科斯痛下杀手,而从叙拉古流亡。
§7.2.5παραγενομένων δὲ τούτων εἰς τὰς Συρακούσας, καὶ τῶν μὲν περὶ Πολύκλειτον ἀποπρεσβευσάντων, τοῦ δὲ Καρχηδονίου διαλεχθέντος κατὰ τὰς ὑπʼ Ἀννίβου δεδομένας ἐντολάς, εὐθέως ἕτοιμος ἦν κοινωνεῖν Καρχηδονίοις τῶν πραγμάτων· §7.2.6καὶ τόν τε παραγεγονότα πρὸς αὑτὸν Ἀννίβαν ἔφη δεῖν πορεύεσθαι κατὰ τάχος εἰς τὴν Καρχηδόνα, καὶ παρʼ αὑτοῦ συμπέμπειν ἐπηγγείλατο τοὺς διαλεχθησομένους τοῖς Καρχηδονίοις.
当他们到达叙拉古,波吕克莱托斯一行结束了出使报告,而迦太基人(汉尼拔)根据汉尼拔给出的指示进行交涉后,希埃罗尼姆斯立即准备与迦太基人共同行动;他表示,来到他那里的那位汉尼拔应该火速前往迦太基,并承诺从自己这边也派人同行,以与迦太基人进行谈判。

词汇与语法注释

  1. §7.2.1ὅτι — 引入叙述的虚词,常见于波里比乌斯《历史》的摘录(Excerpta)中。这里它并非作为表示因果关系的连词,而是作为整个摘录的引导词(意为“……这件事/据记载……”)。
  2. §7.2.1οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον — “οἱ περί + 宾格”的句法,指中心人物及其“党羽”或“随从”。此处指佐伊普斯、阿德拉诺多鲁斯本人以及他们的支持者们。
  3. §7.2.4δόξαντα — 宾格分词,修饰介词 `διά` 所支配的动名词(不定式)的主语 `αὐτῶν τὸν πάππον`(他们的祖父,宾格)。表示“因(祖父)被认为……”。
  4. §7.2.5παραγενομένων δὲ τούτων — 属格绝对(genitive absolute)结构。其主语 `τούτων`(他们)指前文提到的使节一行人(波吕克莱托斯一行,以及新加入的迦太基人汉尼拔、希波克拉底和埃皮库德斯)。该句随后通过 `τῶν μὲν... τοῦ δὲ...` 的双重属格绝对并列展开,具体说明了他们各自的行动。

引用这一段

波利比奥斯, 历史 §7.2.1-7.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.2.1-7.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。