§6.5.1ἀκριβέστερον μὲν οὖν ἴσως ὁ περὶ τῆς κατὰ φύσιν μεταβολῆς τῶν πολιτειῶν εἰς ἀλλήλας διευκρινεῖται λόγος παρὰ Πλάτωνι καί τισιν ἑτέροις τῶν φιλοσόφων· ποικίλος δʼ ὢν καὶ διὰ πλειόνων λεγόμενος ὀλίγοις ἐφικτός ἐστιν.
也许,关于各政体之间自然演变的理论在柏拉图和其他一些哲学家那里得到了更精确的阐述;但由于它错综复杂且篇幅冗长,只有少数人才能理解。
§6.5.2διόπερ ὅσον ἀνήκειν ὑπολαμβάνομεν αὐτοῦ πρὸς τὴν πραγματικὴν ἱστορίαν καὶ τὴν κοινὴν ἐπίνοιαν, τοῦτο πειρασόμεθα κεφαλαιωδῶς διελθεῖν· §6.5.3καὶ γὰρ ἂν ἐλλείπειν τι δόξῃ διὰ τῆς καθολικῆς ἐμφάσεως, ὁ κατὰ μέρος λόγος τῶν ἑξῆς ῥηθησομένων ἱκανὴν ἀνταπόδοσιν ποιήσει τῶν νῦν ἐπαπορηθέντων.
\n 因此,对于其中我们认为属于实用历史和普遍理解的部分,我们将尝试进行简要的阐述;\n 因为即使由于总体的阐述而显得有些许不足,接下来按顺序具体论述的各部分内容,也将对现在所产生的疑问做出充分的解答。
§6.5.4ποίας οὖν ἀρχὰς λέγω καὶ πόθεν φημὶ φύεσθαι τὰς πολιτείας πρῶτον;
\n 那么,我指的是什么样的起点,我又说政体最初是从哪里产生的呢?
§6.5.5ὅταν ἢ διὰ κατακλυσμοὺς ἢ διὰ λοιμικὰς περιστάσεις ἢ διʼ ἀφορίας καρπῶν ἢ διʼ ἄλλας τοιαύτας αἰτίας φθορὰ γένηται τοῦ τῶν ἀνθρώπων γένους, οἵας ἤδη γεγονέναι παρειλήφαμεν καὶ πάλιν πολλάκις ἔσεσθʼ ὁ λόγος αἱρεῖ, §6.5.6τότε δὴ συμφθειρομένων πάντων τῶν ἐπιτηδευμάτων καὶ τεχνῶν, ὅταν ἐκ τῶν περιλειφθέντων οἷον εἰ σπερμάτων αὖθις αὐξηθῇ σὺν χρόνῳ πλῆθος ἀνθρώπων, τότε δήπου, §6.5.7καθάπερ ἐπὶ τῶν ἄλλων ζῴων, καὶ ἐπὶ τούτων συναθροιζομένων — ὅπερ εἰκός, καὶ τούτους εἰς τὸ ὁμόφυλον συναγελάζεσθαι διὰ τὴν τῆς φύσεως ἀσθένειαν — ἀνάγκη τὸν τῇ σωματικῇ ῥώμῃ καὶ τῇ ψυχικῇ τόλμῃ διαφέροντα, τοῦτον ἡγεῖσθαι καὶ κρατεῖν, §6.5.8καθάπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν ἀδοξοποιήτων ζῴων θεωρούμενον τοῦτο χρὴ φύσεως ἔργον ἀληθινώτατον νομίζειν, παρʼ οἷς ὁμολογουμένως τοὺς ἰσχυροτάτους ὁρῶμεν ἡγουμένους, λέγω δὲ ταύρους, κάπρους, ἀλεκτρυόνας, τὰ τούτοις παραπλήσια.
\n 当由于洪水、疫病蔓延、作物歉收或其他类似原因,人类遭遇毁灭时——我们已经接受了关于这种事情过去发生过的传闻,且理性的论证也表明它将来还会多次发生——\n 此时,在一切习惯和技术都被一同毁坏的情况下,当从残存下来的、好比种子的人群中,随着时间的推移,人类的数量再次增长时,那么毫无疑问,\n 就像其他动物一样,当他们聚集在一起时(由于天性的软弱,他们自然会聚集成同类的群体),那个在身体力量和精神胆识上出类拔萃的人,就必然会领导和统治他们,\n 就像在其他缺乏理性的动物群体中观察到的那样,我们应当把这视为自然最真实的杰作,在它们当中我们公认是最强壮的在领导,我指的是公牛、野猪、公鸡以及与之类似的存在。
§6.5.9τὰς μὲν οὖν ἀρχὰς εἰκὸς τοιούτους εἶναι καὶ τοὺς τῶν ἀνθρώπων βίους, ζῳηδὸν συναθροιζομένων καὶ τοῖς ἀλκιμωτάτοις καὶ δυναμικωτάτοις ἑπομένων· οἷς ὅρος μέν ἐστι τῆς ἀρχῆς ἰσχύς, ὄνομα δʼ ἂν εἴποι τις μοναρχίαν.
\n 因此,人类最初的起点和生活很可能也是如此,像动物一样聚集在一起,追随最强壮、最有力的成员;对他们来说,统治的界限就是力量,人们可以将其名称称为君主政体。
§6.5.10ἐπειδὰν δὲ τοῖς συστήμασι διὰ τὸν χρόνον ὑπογένηται συντροφία καὶ συνήθεια, τοῦτʼ ἀρχὴ βασιλείας φύεται, καὶ τότε πρώτως ἔννοια γίνεται τοῦ καλοῦ καὶ δικαίου τοῖς ἀνθρώποις, ὁμοίως
\n 但是,当随着时间的推移,在这些群体中逐渐产生共同抚育与熟稔关系时,这就孕育了王政的起点,而这时人类也首次产生了关于美与公正的概念,同样……