§6.6.1δὲ καὶ τῶν ἐναντίων τούτοις.
……同样也产生关于它们对立面的概念。
ὁ δὲ τρόπος τῆς ἀρχῆς καὶ τῆς γενέσεως τῶν εἰρημένων τοιόσδε.
上述事物的起源和产生的途径如下。
§6.6.2πάντων γὰρ πρὸς τὰς συνουσίας ὁρμώντων κατὰ φύσιν, ἐκ δὲ τούτων παιδοποιίας ἀποτελουμένης, ὁπότε τις τῶν ἐκτραφέντων εἰς ἡλικίαν ἱκόμενος μὴ νέμοι χάριν μηδʼ ἀμύναι τούτοις οἷς ἐκτρέφοιτʼ, ἀλλά που τἀναντία κακῶς λέγειν ἢ δρᾶν τούτους ἐγχειροίη, §6.6.3δῆλον ὡς δυσαρεστεῖν καὶ προσκόπτειν εἰκὸς τοὺς συνόντας καὶ συνιδόντας τὴν γεγενημένην ἐκ τῶν γεννησάντων ἐπιμέλειαν καὶ κακοπάθειαν περὶ τὰ τέκνα καὶ τὴν τούτων θεραπείαν καὶ τροφήν.
\n 因为所有人天生都向往性合,并由此完成繁衍后代的事。 当某个被抚养长大的人成年之后,不仅不向抚养他的人表示感激、予以保护,反而企图毁谤或伤害他们,\n 显而易见,那些共同生活并目睹了父母对孩子所付出的关怀与辛劳、以及对他们的照顾和抚养的人,自然会感到不满并表示愤慨。
§6.6.4τοῦ γὰρ γένους τῶν ἀνθρώπων ταύτῃ διαφέροντος τῶν ἄλλων ζῴων, ᾗ μόνοις αὐτοῖς μέτεστι νοῦ καὶ λογισμοῦ, φανερὸν ὡς οὐκ εἰκὸς παρατρέχειν αὐτοὺς τὴν προειρημένην διαφοράν, καθάπερ ἐπὶ τῶν ἄλλων ζῴων, §6.6.5ἀλλʼ ἐπισημαίνεσθαι τὸ γινόμενον καὶ δυσαρεστεῖσθαι τοῖς παροῦσι, προορωμένους τὸ μέλλον καὶ συλλογιζομένους ὅτι τὸ παραπλήσιον ἑκάστοις αὐτῶν συγκυρήσει.
\n 因为人类与其他动物的区别正在于此:唯独人类分享了心智与理性。 因此显而易见,他们不会像其他动物那样,对上述差异熟视无睹,\n 而是会关注所发生的事,并对眼前的状况感到不满,因为他们预见到未来,并推论出同样的事情也会发生在他们每个人自己身上。
§6.6.6καὶ μὴν ὅταν που πάλιν ἅτερος ὑπὸ θατέρου τυχὼν ἐπικουρίας ἢ βοηθείας ἐν τοῖς δεινοῖς μὴ νέμῃ τῷ σώσαντι χάριν, ἀλλά ποτε καὶ βλάπτειν ἐγχειρῇ τοῦτον, φανερὸν ὡς εἰκὸς τῷ τοιούτῳ δυσαρεστεῖσθαι καὶ προσκόπτειν τοὺς εἰδότας, συναγανακτοῦντας μὲν τῷ πέλας, ἀναφέροντας δʼ ἐφʼ αὑτοὺς τὸ παραπλήσιον.
\n 再者,如果在危难之中有人得到了他人的援助或拯救,却不对救命恩人表示感激,甚至有时还企图伤害他,显而易见,知情者自然会对这种人感到不满并表示愤慨,他们不仅为邻人感到愤不顾身,还会联想到自己也会遇到类似的情况。
§6.6.7ἐξ ὧν ὑπογίνεταί τις ἔννοια παρʼ ἑκάστῳ τῆς τοῦ καθήκοντος δυνάμεως καὶ θεωρίας· ὅπερ ἐστὶν ἀρχὴ καὶ τέλος δικαιοσύνης.
\n 由此,在每个人心中便逐渐产生了一种关于义务的力量与理论的观念,而这正是正义的起点与终点。
§6.6.8ὁμοίως πάλιν ὅταν ἀμύνῃ μέν τις πρὸ πάντων ἐν τοῖς δεινοῖς, ὑφίστηται δὲ καὶ μένῃ τὰς ἐπιφορὰς τῶν ἀλκιμωτάτων ζῴων, εἰκὸς μὲν τὸν τοιοῦτον ὑπὸ τοῦ πλήθους ἐπισημασίας τυγχάνειν εὐνοϊκῆς καὶ προστατικῆς, τὸν δὲ τἀναντία τούτῳ πράττοντα καταγνώσεως καὶ προσκοπῆς.
\n 同样地,当有人在危险中挺身而出保护众人,承受并抵挡最强悍野兽的袭击时,这样的人自然会得到大众友善和拥戴的赞许,而做出相反举动的人则会遭到谴责和唾弃。
§6.6.9ἐξ οὗ πάλιν εὔλογον ὑπογίνεσθαί τινα θεωρίαν παρὰ τοῖς πολλοῖς αἰσχροῦ καὶ καλοῦ καὶ τῆς τούτων πρὸς ἄλληλα διαφορᾶς, καὶ τὸ μὲν ζήλου καὶ μιμήσεως τυγχάνειν διὰ τὸ συμφέρον, τὸ δὲ φυγῆς.
\n 由此,在大众中再次合乎情理地产生关于丑恶与美好以及它们相互区别的某种认识,并且后者因其有益而成为追求和效仿的对象,前者则遭到规避。
§6.6.10ἐν οἷς ὅταν ὁ προεστὼς καὶ τὴν μεγίστην δύναμιν ἔχων ἀεὶ συνεπισχύῃ τοῖς προειρημένοις κατὰ τὰς τῶν πολλῶν διαλήψεις, καὶ δόξῃ τοῖς ὑποταττομένοις διανεμητικὸς εἶναι τοῦ κατʼ ἀξίαν ἑκάστοις, §6.6.11οὐκέτι τὴν βίαν δεδιότες, τῇ δὲ γνώμῃ τὸ πλεῖον εὐδοκοῦντες, ὑποτάττονται καὶ συσσῴζουσι τὴν ἀρχὴν αὐτοῦ, κἂν ὅλως ᾖ γηραιός, ὁμοθυμαδὸν ἐπαμύνοντες καὶ διαγωνιζόμενοι πρὸς τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῇ δυναστείᾳ.
\n 在这些情况下,如果那位处于领袖地位并拥有最大力量的人,始终根据大众的见解支持上述原则,并且在被统治者看来,他是按照每个人的价值来分配其所得的,\n 他们便不再是因为惧怕其暴力,而是因为在理智上深表赞同,从而服从他并共同维护他的统治;即使他已到耄耋之年,他们也万众一心,保护他并与那些企图颠覆其政权的人作斗争。
§6.6.12καὶ δὴ τῷ τοιούτῳ τρόπῳ βασιλεὺς ἐκ μονάρχου λανθάνει γενόμενος, ὅταν παρὰ τοῦ θυμοῦ καὶ τῆς ἰσχύος μεταλάβῃ τὴν ἡγε
\n 于是,正是通过这种方式,君主不知不觉中变成了国王,即当他的领导权不再依靠冲动和力量,而是转变为了……