Humanitext Reader

波利比奥斯 · 历史 §6.48.1-6.48.8

斯巴达政体的内部和谐与对外扩张的缺陷

第 525 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯重新审视斯巴达政体,赞扬来库古通过优良的法律成功实现了内部和睦、稳定与自由。然而,他指出斯巴达的制度对外部征服和争夺霸权未作任何准备,导致斯巴达人在对待其他希腊人时表现出极强的野心和贪婪。

§6.48.1διόπερ ἀφέμενοι τούτων ἐπὶ τὴν Λακωνικὴν ἐπάνιμεν πολιτείαν.
因此,我们将这些政体置于一旁,重新回到拉刻代蒙的政体。
§6.48.2δοκεῖ δή μοι Λυκοῦργος πρὸς μὲν τὸ σφίσιν ὁμονοεῖν τοὺς πολίτας καὶ πρὸς τὸ τὴν Λακωνικὴν τηρεῖν ἀσφαλῶς, ἔτι δὲ τὴν ἐλευθερίαν διαφυλάττειν τῇ Σπάρτῃ βεβαίως, οὕτως νενομοθετηκέναι καὶ προνενοῆσθαι καλῶς ὥστε θειοτέραν τὴν ἐπίνοιαν ἢ κατʼ ἄνθρωπον αὐτοῦ νομίζειν.
在我看来,来库古在使公民内部保持和睦、安全地维持拉科尼亚、进而为斯巴达牢固地捍卫自由方面,其立法和预见是如此完美,以至于人们会认为他的构想超乎常人,更具神性。
§6.48.3ἡ μὲν γὰρ περὶ τὰς κτήσεις ἰσότης καὶ περὶ τὴν δίαιταν ἀφέλεια καὶ κοινότης σώφρονας μὲν ἔμελλε τοὺς κατʼ ἰδίαν βίους παρασκευάζειν, ἀστασίαστον δὲ τὴν κοινὴν παρέξεσθαι πολιτείαν, ἡ δὲ πρὸς τοὺς πόνους καὶ πρὸς τὰ δεινὰ τῶν ἔργων ἄσκησις ἀλκίμους καὶ γενναίους ἀποτελέσειν ἄνδρας.
因为,财产的均等以及生活方式的质朴与公有,注定会使他们的私人生活变得克己,并使共同的政体免于内讧;而针对劳苦和艰难事务的训练,则注定会使人们变得勇敢和高尚。
§6.48.4ἑκατέρων δὲ τούτων ὁμοῦ συνδραμόντων εἰς μίαν ψυχὴν ἢ πόλιν, ἀνδρείας καὶ σωφροσύνης, οὐτʼ ἐξ αὐτῶν φῦναι κακίαν εὐμαρὲς οὔθʼ ὑπὸ τῶν πέλας χειρωθῆναι ῥᾴδιον.
当这两者——即勇气和克己——共同汇聚于一个灵魂或一个城邦时,邪恶便不易在他们之中滋生,邻人也不易将他们征服。
§6.48.5διόπερ οὕτως καὶ διὰ τούτων συστησάμενος τὴν πολιτείαν, βεβαίαν μὲν τῇ συμπάσῃ Λακωνικῇ παρεσκεύασε τὴν ἀσφάλειαν, πολυχρόνιον δὲ τοῖς Σπαρτιάταις αὐτοῖς ἀπέλιπε τὴν ἐλευθερίαν.
因此,他通过这些方式和手段建立起政体,为整个拉科尼亚提供了稳固的安全保障,并为斯巴达人自身留下了长久的自由。
§6.48.6πρὸς μέντοι γε τὴν τῶν πέλας κατάκτησιν καὶ πρὸς ἡγεμονίαν καὶ καθόλου πρὸς πραγμάτων ἀμφισβήτησιν οὔτʼ ἐν τοῖς κατὰ μέρος οὔτʼ ἐν τοῖς ὅλοις δοκεῖ μοι προνοηθῆναι καθάπαξ οὐδέν.
然而,对于征服邻国、争夺霸权以及总体的扩张争端,无论在局部还是在整体上,他似乎都没有做出任何预先的考虑。
§6.48.7λοιπὸν ἦν τοιαύτην τινὰ παρεισαγαγεῖν [δεῖ] τοῖς πολίταις ἀνάγκην ἢ πρόθεσιν, διʼ ἧς ὥσπερ καὶ περὶ τοὺς κατʼ ἰδίαν βίους αὐτάρκεις αὐτοὺς παρεσκεύασε καὶ λιτούς, οὕτως καὶ τὸ κοινὸν ἔθος τῆς πόλεως αὔταρκες ἔμελλε γίνεσθαι καὶ σῶφρον.
因此,尚需向公民引入某种必要的约束或目标,通过它,正如他使公民的私人生活保持自给自足和朴素一样,城邦的公共风气也注定会变得自给自足和克己。
§6.48.8νῦν δʼ ἀφιλοτιμοτάτους καὶ νουνεχεστάτους ποιήσας περί τε τοὺς ἰδίους βίου, καὶ τὰ τῆς σφετέρας πόλεως νόμιμα, πρὸς τοὺς ἄλλους Ἕλληνας φιλοτιμοτάτους καὶ φιλαρχοτάτους καὶ πλεονεκτικωτάτους ἀπέλιπε.
但实际上,虽然他使公民在私人生活和本国法律习俗上变得最无野心、最为理智,却让他们在对待其他希腊人时,留下了最强烈的野心、最具统治欲、也最贪婪。

词汇与语法注释

  1. 6.48.2νομίζειν — 接在表示结果的连词 ὥστε 后的不定式,其逻辑主语为省略的泛指主语(人们)。译为“以至于[人们]认为他的构想超乎常人,更具神性”。
  2. 6.48.3παρέξεσθαι — 与前面的 παρασκευάζειν 并列、依赖于助动词 ἔμελλε 的将来中动不定式。此处既可作主动(或使役)理解,即“使(共同政体)免于内讧”,也可作中动理解,即“展现自身为免于内讧”。与前面的主动不定式 παρασκευάζειν 对应,将其理解为施事主语(财产均等法等)对受事(政体)的主动作用更为自然。
  3. 6.48.6προνοηθῆναι — 不定过去时被动不定式。与主句动词 δοκεῖ 连用,既可以理解为以 οὐδέν 为主语的被动表达(“在我看来,未曾预先考虑任何一事”),也可以将来库古作为暗示主语,作异态(中动)表达(“在我看来,他未曾预先考虑任何一事”)。无论哪种解释,都指明了来库古完全没有考虑外交政策这一事实。

引用这一段

波利比奥斯, 历史 §6.48.1-6.48.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.48.1-6.48.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。