Humanitext Reader

波利比奥斯 · 历史 §6.49.1-6.49.10

斯巴达在对外扩张与争霸中的贪欲与屈从

第 526 段,共 1311 段 · 希腊语

内容简介

作者指出来库古立法在处理外部事务方面的缺陷,并援引了斯巴达在美塞尼亚战争中表现出的贪婪,以及随后为了争夺希腊霸权而向波斯屈服的历史事实。

§6.49.1τοῦτο μὲν γὰρ τίς οὐκ οἶδε διότι πρῶτοι σχεδὸν τῶν Ἑλλήνων ἐπιθυμήσαντες τῆς τῶν ἀστυγειτόνων χώρας διὰ πλεονεξίαν ἐπʼ ἐξανδραποδισμῷ Μεσσηνίοις πόλεμον ἐξήνεγκαν;
因为,有谁不知道这一点:他们出于贪婪而觊觎邻国的土地,几乎是希腊人中最早为了奴役对方而向美塞尼亚人发动战争的?
§6.49.2τοῦτο δὲ τίς οὐχ ἱστόρηκεν ὡς διὰ φιλονεικίαν ἐνόρκους σφᾶς ἐποίησαν μὴ πρόσθεν λύσειν τὴν πολιορκίαν πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Μεσσήνην;
又有谁没有从历史中得知:他们出于好胜心而立誓,在用武力攻克美塞尼之前绝不解除包围?
§6.49.3καὶ μὴν τοῦτο γνώριμον ὑπάρχει πᾶσιν, ὡς διὰ τὴν ἐν τοῖς Ἕλλησι φιλαρχίαν, οὓς ἐνίκησαν μαχόμενοι, τούτοις αὖτις ὑπέμειναν ποιεῖν τὸ προσταττόμενον.
此外,这一点对所有人来说都是众所周知的:为了在希腊人中争夺统治欲,他们后来竟然甘愿听从那些曾被他们在战斗中击败的人的摆布。
§6.49.4ἐπιπορευομένους μὲν γὰρ τοὺς Πέρσας ἐνίκων διαγωνιζόμενοι περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας· §6.49.5ἐπανελθοῦσι δὲ καὶ φυγοῦσι προύδωκαν ἐκδότους τὰς Ἑλληνίδας πόλεις κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην χάριν τοῦ χρημάτων εὐπορῆσαι πρὸς τὴν κατὰ τῶν Ἑλλήνων δυναστείαν, §6.49.6ὅτε δὴ καὶ τὸ τῆς νομοθεσίας ἐλλιπὲς συνώφθη παρʼ αὐτοῖς.
因为,虽然在面对入侵的波斯人时,他们为了希腊人的自由而奋战并击败了对手;但在波斯人退却和逃跑之后,他们却在《安塔尔基达斯和约》中,为了获得充足的资金以确立对希腊人的统治,将希腊诸城邦出卖并拱手让给对方—— 正是在那个时候,他们的立法弊端在他们之中暴露无遗。
§6.49.7ἕως μὲν γὰρ τῆς τῶν ἀστυγειτόνων, ἔτι δὲ τῆς Πελοποννησίων αὐτῶν ἀρχῆς ἐφίεντο, συνεξεποιοῦντο ταῖς ἐκ τῆς Λακωνικῆς αὐτῆς ἐπαρκείαις καὶ χορηγίαις, προχείρους μὲν ἔχοντες τὰς τῶν ἐπιτηδείων παρασκευάς, ταχείας δὲ ποιούμενοι τὰς εἰς τὴν οἰκείαν ἐπανόδους καὶ παρακομιδάς.
因为,只要他们追求的是对邻国、甚至是对整个伯罗奔尼撒半岛人的统治,他们仅靠拉科尼亚本地的供应和支持就足以应付,能够就近获取必需品,并且能够迅速返回家园并运送物资。
§6.49.8ἐπεὶ δὲ στόλους μὲν ἐπεβάλλοντο κατὰ θάλατταν ἐκπέμπειν, στρατεύειν δὲ πεζικοῖς στρατοπέδοις ἔξω Πελοποννήσου, δῆλον ὡς οὔτε τὸ νόμισμα τὸ σιδηροῦν οὔθʼ ἡ τῶν ἐπετείων καρπῶν ἀλλαγὴ πρὸς τὰ λείποντα τῆς χρείας ἔμελλεν αὐτοῖς ἐξαρκεῖν κατὰ τὴν Λυκούργου νομοθεσίαν· §6.49.9προσεδεῖτο γὰρ τὰ πράγματα κοινοῦ νομίσματος καὶ ξενικῆς παρασκευῆς.
然而,当他们企图在海上派遣舰队、并率领步兵军队在伯罗奔尼撒半岛以外进行远征时,显然,在来库古的立法之下,铁制货币和年度作物的交换,都不足以满足他们匮乏的需要;因为这些事务需要通用的货币和国外的物资。
§6.49.10ὅθεν ἠναγκάσθησαν ἐπὶ θύρας μὲν πορεύεσθαι τὰς Περσῶν, φόρους δὲ τοῖς νησιώταις ἐπιτάττειν, ἀργυρολογεῖν δὲ πάντας τοὺς Ἕλληνας, γνόντες ὡς οὐχ οἷόν τε κατὰ τὴν Λυκούργου νομοθεσίαν οὐχ ὅτι τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἀλλʼ οὐδὲ πραγμάτων ἀντιποιεῖσθαι τὸ παράπαν.
于是,他们被迫奔走于波斯人的门庭,向岛民征收贡赋,并向所有希腊人勒索金钱,因为他们意识到,在来库古的立法下,不仅无法争取希腊人的霸权,甚至根本无法对任何外部事务进行干预。

词汇与语法注释

  1. §6.49.1τοῦτο μὲν... τοῦτο δὲ... — 这是一个关联句式(“一方面是这……另一方面是这”),用以引入两个具体的历史事实(美塞尼亚战争的爆发以及围城期间的誓言),以论证斯巴达人的贪婪与好胜。
  2. §6.49.3οὓς ἐνίκησαν μαχόμενοι, τούτοις — 这是一个倒装结构,关系从句 οὓς ἐνίκησαν μαχόμενοι(在战斗中击败的人,即波斯人)置于其先行词指示代词 τούτοις 之前。这种结构强调了斯巴达人后来不得不向曾经击败过的对手屈服的荒谬处境。
  3. §6.49.10οὐχ ὅτι... ἀλλʼ οὐδὲ... — 这是一个表示“不仅不……甚至不……”或“且不说……连……也不……”的惯用句式。在 οὐχ ὅ提 之后省略了如 λέγω 之类的动词,用以强调不仅无法实现更大的目标(希腊的霸权),连较容易的行动(对外部事务的普遍干预)也完全无法做到。

引用这一段

波利比奥斯, 历史 §6.49.1-6.49.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.49.1-6.49.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。