Humanitext Reader

波利比奥斯 · 历史 §6.46.1-6.46.11

克里特与斯巴达的政体差异及古作家的矛盾

第 523 段,共 1311 段 · 希腊语

内容简介

作者指出,克里特允许无限占有土地和货币,并放任贪欲,其政体与斯巴达完全相反。他批评了埃福罗斯等古代作家忽视这些显而易见的差异,并声称这两种制度完全相同的矛盾做法。

§6.46.1χειρίζεται τὰ κατὰ τὴν πολιτείαν.
国家政务得以管理。
παρὰ δὲ Κρηταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία· τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ λεγόμενον, §6.46.2εἰς ἄπειρον κτᾶσθαι, τό τε διάφορον ἐκτετίμηται παρʼ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν, ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν τούτου κτῆσιν.
然而在克里特人那里,一切情况都与此完全相反;因为法律允许他们尽其能力,正如俗话所说,无限制地占有土地,而且货币在他们中间被重视到如此地步,以至于占有货币不仅被认为是必要的,而且被认为是最美好的。
§6.46.3καθόλου θʼ ὁ περὶ τὴν αἰσχροκέρδειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρʼ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος.
总之,他们中间贪图不义之财和贪婪的风气如此盛行,以至于在全人类中,唯独在克里特人那里,没有任何利润被认为是可耻的。
§6.46.4καὶ μὴν τὰ κατὰ τὰς ἀρχὰς ἐπέτεια παρʼ αὐτοῖς ἐστι καὶ δημοκρατικὴν ἔχει διάθεσιν.
此外,他们的官职是按年任期的,并且具有民主制的结构。
§6.46.5ὥστε πολλάκις διαπορεῖν πῶς ἡμῖν περὶ τῶν τὴν ἐναντίαν φύσιν ἐχόντων ὡς οἰκείων καὶ συγγενῶν ὄντων ἀλλήλοις ἐξηγγέλκασι.
以至于我们常常感到困惑,他们怎么会向我们报告那些具有相反性质的事物,仿佛它们彼此亲近且同源一样。
§6.46.6καὶ χωρὶς τοῦ παραβλέπειν τὰς τηλικαύτας διαφορὰς καὶ πολὺν δή τινα λόγον ἐν ἐπιμέτρῳ διατίθενται, φάσκοντες τὸν Λυκοῦργον μόνον τῶν γεγονότων τὰ συνέχοντα τεθεωρηκέναι· §6.46.7δυεῖν γὰρ ὄντων, διʼ ὧν σῴζεται πολίτευμα πᾶν, τῆς πρὸς τοὺς πολεμίους ἀνδρείας καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμονοίας, ἀνῃρηκότα τὴν πλεονεξίαν ἅμα ταύτῃ συνανῃρηκέναι πᾶσαν ἐμφύλιον διαφορὰν καὶ στάσιν· §6.46.8ᾗ καὶ Λακεδαιμονίους, ἐκτὸς ὄντας τῶν κακῶν τούτων, κάλλιστα τῶν Ἑλλήνων τὰ πρὸς σφᾶς αὐτοὺς πολιτεύεσθαι καὶ συμφρονεῖν ταὐτά.
此外,除了忽视如此巨大的差异之外,他们还额外发表了长篇大论,声称在所有曾经存在过的人中,唯有莱库古洞察到了最本质的事物;因为既然维系一切政体的手段有两个,即对敌的勇气和内部的协调,他们便声称,由于他消除了贪婪,同时也一并消除了所有内部分歧和党派之争;借此,拉刻代蒙人免受这些祸害,在希腊人中把他们内部的政务治理得最美好,并达成相同的共识。
§6.46.9ταῦτα δʼ ἀποφηνάμενοι, καὶ θεωροῦντες ἐκ παραθέσεως Κρηταιεῖς διὰ τὴν ἔμφυτον σφίσι πλεονεξίαν ἐν πλείσταις ἰδίᾳ καὶ κατὰ κοινὸν στάσεσι καὶ φόνοις καὶ πολέμοις ἐμφυλίοις ἀναστρεφομένους, οὐδὲν οἴονται πρὸς σφᾶς εἶναι, θαρροῦσι δὲ λέγειν ὡς ὁμοίων ὄντων τῶν πολιτευμάτων.
他们在发表了这些言论之后,又通过对比看到克里特人由于天生的贪婪,在私下和公共生活中都处于极多的党争、屠杀和内战之中,却认为这与他们无关,反而敢于宣称这些政体是相似的。
§6.46.10ὁ δʼ Ἔφορος χωρὶς τῶν ὀνομάτων καὶ ταῖς λέξεσι κέχρηται ταῖς αὐταῖς, ὑπὲρ ἑκατέρας ποιούμενος τῆς πολιτείας ἐξήγησιν, ὥστʼ, εἴ τις μὴ τοῖς κυρίοις ὀνόμασι προσέχοι, κατὰ μηδένα τρόπον ἂν δύνασθαι διαγνῶναι περὶ ὁποτέρας ποιεῖται τὴν διήγησιν.
而埃福罗斯除专有名词外,在对这两种政体进行解释时甚至使用了完全相同的措辞,以至于如果有人不注意专有名词,就根本无法辨别他是在对哪一种政体进行叙述。
ἧι μὲν οὖν μοι δοκοῦσι διαφέρειν ἀλλήλων, §6.46.11ταῦτʼ ἔστιν ᾗ δὲ πάλιν οὔτʼ ἐπαινετὴν οὔτε ζηλωτὴν ἡγούμεθʼ εἶναι τὴν Κρητικὴν πολιτείαν, νῦν
因此,在我看来,它们彼此相异的地方,就是这些。 另一方面,至于为什么我们同样认为克里特的政体既不值得赞美也不值得效仿,现在……

词汇与语法注释

  1. 6.46.1τὸ δὴ λεγόμενον — 作为同位语宾格插入的惯用法。修饰接下来的不定式短语“无限制地占有”(εἰς ἄπειρον κτᾶσθαι),意为“正如俗话所说”或“所谓”。通过引用日常习惯用语,强调了法律所允许的占有之极端程度。
  2. 6.46.5ὥστε πολλάκις διαπορεῖν — 由 ὥστε 引导的不定式结果从句。表示从前文导出的结果。根据上下文,不定式 διαπορεῖν(感到困惑)的逻辑主语是包括作者在内的普通观察者,这与与格代词 ἡμῖν(向我们)相呼应。
  3. 6.46.7δυεῖν γὰρ ὄντων — 独立属格结构(genitive absolute)。其中的 δυεῖν ὄντων 不带名词,而是与后文的属格短语 τῆς... ἀνδρείας καὶ τῆς... ὁμονοίας 形成同位语。在上下文里起到了表示条件或背景的作用(如“在维持所有政体的手段有两个的情况下”)。
  4. 6.46.7ἀνῃρηκότα τὴν πλεονεξίαν — 现在完成时主动分词 ἀνῃρηκότα(阳性单数宾格)修饰 τὸν Λυκοῦργον(莱库古),后者是 §6.46.6 中由分词 φάσκοντες(“声称”)所引导的“宾格加不定式”结构的逻辑主语。完成时态表示相对于主要不定式 συνανῃρηκέναι 而言在先发生的动作,起原因或手段的作用(“由于消除了贪婪”)。

引用这一段

波利比奥斯, 历史 §6.46.1-6.46.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.46.1-6.46.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。