Humanitext Reader

波利比奥斯 · 历史 §6.45.1-6.45.5

反驳克里特与斯巴达政体相同说

第 522 段,共 1311 段 · 希腊语

内容简介

作者否定了古代作家关于克里特和斯巴达政体相似且值得赞美的观点,并开始概述斯巴达政体在土地所有权、货币和国家治理方面的独特特征。

§6.45.1ἐπὶ δὲ τὴν Κρηταιῶν μεταβάντας ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος, Ξενοφῶν, Καλλισθένης, Πλάτων, πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῇ Λακεδαιμονίων, δεύτερον δʼ ἐπαινετὴν ὑπάρχουσαν ἀποφαίνουσιν· §6.45.2ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ.
在转向克里特人的政体之后,值得从两个方面来注意,古代最著名的著作家们——埃福罗斯、色诺芬、卡利斯提尼和柏拉图——是如何首先声称克里特的政体与拉刻代蒙人的政体相似且相同,其次又表明它是值得赞美的;在我看来,这两个观点没有一个是真实的。
§6.45.3σκοπεῖν δʼ ἐκ τούτων πάρεστι.
我们可以从以下几点来进行考察。
καὶ πρῶτον ὑπὲρ τῆς ἀνομοιότητος διέξιμεν.
首先,我们将阐述它们之间的不同之处。
τῆς μὲν δὴ Λακεδαιμονίων πολιτείας ἴδιον εἶναί φασι πρῶτον μὲν τὰ περὶ τὰς ἐγγαίους κτήσεις, ὧν οὐδενὶ μέτεστι πλεῖον, ἀλλὰ πάντας τοὺς πολίτας ἴσον ἔχειν δεῖ τῆς πολιτικῆς χώρας, §6.45.4δεύτερον τὰ περὶ τὴν τοῦ διαφόρου κτῆσιν, ἧς εἰς τέλος ἀδοκίμου παρʼ αὐτοῖς ὑπαρχούσης ἄρδην ἐκ τῆς πολιτείας ἀνῃρῆσθαι συμβαίνει τὴν περὶ τὸ πλεῖον καὶ τοὔλαττον φιλοτιμίαν.
因为他们说,拉刻代蒙人政体的特征,第一在于关于土地所有权的事项,在这方面任何人不比别人拥有更多,而是所有公民都必须在公共土地上拥有同等的份额,第二在于关于货币的所有权,由于货币在他们中间完全不被认可,因此,关于多与少的虚荣竞争便从政体中被彻底根除。
§6.45.5τρίτον παρὰ Λακεδαιμονίοις οἱ μὲν βασιλεῖς ἀΐδιον ἔχουσι τὴν ἀρχήν, οἱ δὲ προσαγορευόμενοι γέροντες διὰ βίου, διʼ ὧν καὶ μεθʼ ὧν πάντα
第三,在拉刻代蒙人中,国王们拥有世袭的统治权,而被称作长老的人则终身任职,通过他们并与他们在一起,一切事务

词汇与语法注释

  1. 6.45.1μεταβάντας — 宾格分词,用作与非人称表达 ἄξιον [ἐστί] 连用的不定式 ἐπιστῆσαι 的逻辑主语(指“我们”或泛指读者)。
  2. 6.45.1ἐπιστῆσαι — 此处作不及物动词使用,但实际上是省略了像 τὸν νοῦν(注意力、精神)这样的宾语的习惯用法,意为“倾注注意力”或“考察”。
  3. 6.45.4τοῦ διαφόρου — 用作名词化的中性单数形式;虽然通常意为“差异”,但在波利比乌斯的文本中,它特指“货币”或“金钱”。

引用这一段

波利比奥斯, 历史 §6.45.1-6.45.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.45.1-6.45.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。