§6.44.1γενομένης περὶ τὴν Θηβαίων πόλιν ἐπιφανείας.
[即]发生在底比斯城邦的[辉煌]。
τὸ δὲ παραπλήσιον καὶ περὶ τῆς Ἀθηναίων πολιτείας διαληπτέον.
而关于雅典人的政体,也应当作类似的理解。
§6.44.2καὶ γὰρ αὕτη πλεονάκις μὲν ἴσως, ἐκφανέστατα δὲ τῇ Θεμιστοκλέους ἀρετῇ συνανθήσασα ταχέως τῆς ἐναντίας μεταβολῆς ἔλαβε πεῖραν διὰ τὴν ἀνωμαλίαν τῆς φύσεως.
因为这一政体或许经历得更为频繁,但最显著的是与地米斯托克利的才能一同兴盛,却由于其本性的不稳定性,迅速经历了相反的变革。
§6.44.3ἀεὶ γάρ ποτε τὸν τῶν Ἀθηναίων δῆμον παραπλήσιον εἶναι συμβαίνει τοῖς ἀδεσπότοις σκάφεσι.
因为雅典人的民众总是恰似没有船长的船只。
§6.44.4καὶ γὰρ ἐπʼ ἐκείνων, ὅταν μὲν ἢ διὰ πελαγῶν φόβον ἢ διὰ περίστασιν χειμῶνος ὁρμὴ παραστῇ τοῖς ἐπιβάταις συμφρονεῖν καὶ προσέχειν τὸν νοῦν τῷ κυβερνήτῃ, γίνεται τὸ δέον ἐξ αὐτῶν διαφερόντως· §6.44.5ὅταν δὲ θαρρήσαντες ἄρξωνται καταφρονεῖν τῶν προεστώτων καὶ στασιάζειν πρὸς ἀλλήλους διὰ τὸ μηκέτι δοκεῖν πᾶσι ταὐτά, §6.44.6τότε δὴ τῶν μὲν ἔτι πλεῖν προαιρουμένων, τῶν δὲ κατεπειγόντων ὁρμίζειν τὸν κυβερνήτην, καὶ τῶν μὲν ἐκσειόντων τοὺς κάλους, τῶν δʼ ἐπιλαμβανομένων καὶ στέλλεσθαι παρακελευομένων, αἰσχρὰ μὲν πρόσοψις γίνεται τοῖς ἔξωθεν θεωμένοις διὰ τὴν ἐν ἀλλήλοις διαφορὰν καὶ στάσιν, ἐπισφαλὴς δʼ ἡ διάθεσις τοῖς μετασχοῦσι καὶ κοινωνήσασι τοῦ πλοῦ·
因为在这些船上,当因对洋面的恐惧或风暴的逼近,乘员们产生同心协力并听从舵手指挥的念头时,他们往往能极其出色地履行职责;但当他们变得胆大妄为,开始轻视首领,并因大家不再意见一致而彼此争吵时,此时,一些人仍想继续航行,另一些人则催促舵手抛锚泊船,还有一些人正放开缆绳,而另一些人则拽住缆绳并命令收起风帆。 由于彼此的分歧与内讧,在局外人看来是一幅丑陋的画面,而对参与和共担这次航行的人来说,处境则是极其危险的。
§6.44.7διὸ καὶ πολλάκις διαφυγόντες τὰ μέγιστα πελάγη καὶ τοὺς ἐπιφανεστάτους χειμῶνας ἐν τοῖς λιμέσι καὶ πρὸς τῇ γῇ ναυαγοῦσιν.
因此,他们也常常在避过了最广阔的洋面和最猛烈的风暴之后,却在港口内或靠近陆地的地方遭遇海难。
§6.44.8ὃ δὴ καὶ τῇ τῶν Ἀθηναίων πολιτείᾳ πλεονάκις ἤδη συμβέβηκε·
这正是雅典人的政现已多次发生的情况。
διωσαμένη γὰρ ἐνίοτε τὰς μεγίστας καὶ δεινοτάτας περιστάσεις διά τε τὴν τοῦ δήμου καὶ τὴν τῶν προεστώτων ἀρετὴν ἐν ταῖς ἀπεριστάτοις ῥᾳστώναις εἰκῇ πως καὶ ἀλόγως ἐνίοτε σφάλλεται.
因为在依靠民众和领袖的才能时而排除了最大、最可怕的危难之后,在没有危难的安逸时期,他们有时却会莫名其妙、毫无道理地失足。
§6.44.9διὸ καὶ περὶ μὲν ταύτης τε καὶ τῆς τῶν Θηβαίων οὐδὲν δεῖ πλείω λέγειν, ἐν αἷς ὄχλος χειρίζει τὰ ὅλα κατὰ τὴν ἰδίαν ὁρμήν, ὁ μὲν ὀξύτητι καὶ πικρίᾳ διαφέρων, ὁ δὲ βίᾳ καὶ θυμῷ συμπεπαιδευμένος.
因此,关于雅典和底比斯的政体,无需再多说什么。 在这两个城邦中,群众完全凭着自己的冲动来操纵一切,一方在急躁和尖刻上非同一般,另一方则是在暴力和愤怒中接受熏陶的。