§6.38.1ἐὰν δέ ποτε ταὐτὰ ταῦτα περὶ πλείους συμβῇ γενέσθαι καὶ σημαίας τινὰς ὁλοσχερῶς πιεσθείσας λιπεῖν τοὺς τόπους, τὸ μὲν ἅπαντας ξυλοκοπεῖν ἢ φονεύειν ἀποδοκιμάζουσι, λύσιν δὲ τοῦ πράγματος εὑρίσκονται συμφέρουσαν ἅμα καὶ καταπληκτικήν.
但是,如果同样的事情发生在许多人身上,以至于某些整连的士兵因受到严重压迫而放弃了岗位,他们并不赞成将所有人处以笞刑或杀死;相反,他们找到了一种既有利又具有威慑力的解决办法。
§6.38.2συναθροίσας γὰρ τὸ στρατόπεδον ὁ χιλίαρχος καὶ προαγαγὼν εἰς μέσον τοὺς λελοιπότας, κατηγορεῖ πικρῶς, καὶ τὸ τέλος ποτὲ μὲν πέντε, ποτὲ δʼ ὀκτώ, ποτὲ δʼ εἴκοσι, τὸ δʼ ὅλον πρὸς τὸ πλῆθος αἰεὶ στοχαζόμενος, ὥστε δέκατον μάλιστα γίνεσθαι τῶν ἡμαρτηκότων, τοσούτους ἐκ πάντων κληροῦται τῶν ἀποδεδειλιακότων,
因为军事长官会召集全军,将被指控放弃岗位的人带到中间,严厉地谴责他们;最后,他从所有示弱退缩的人中抽签决定人数,有时是五人,有时是八人,有时是二十人,始终根据违规者的总数来调整比例,使之大约相当于罪犯的十分之一。
§6.38.3καὶ τοὺς μὲν λαχόντας ξυλοκοπεῖ κατὰ τὸν ἄρτι ῥηθέντα λόγον ἀπαραιτήτως, τοῖς δὲ λοιποῖς τὸ μέτρημα κριθὰς δοὺς ἀντὶ πυρῶν ἔξω κελεύει τοῦ χάρακος καὶ τῆς ἀσφαλείας ποιεῖσθαι τὴν παρεμβολήν.
他按照刚才所述的方法,对那些抽中签的人无情地处以笞刑,而对剩下的人则配给大麦代替小麦,并命令他们在防线和安全范围之外安营扎寨。
§6.38.4λοιπὸν τοῦ μὲν κινδύνου καὶ φόβου τοῦ κατὰ τὸν κλῆρον ἐπʼ ἴσον ἐπικρεμαμένου πᾶσιν, ὡς ἂν ἀδήλου τοῦ συμπτώματος ὑπάρχοντος, τοῦ δὲ παραδειγματισμοῦ τοῦ κατὰ τὴν κριθοφαγίαν ὁμοίως συμβαίνοντος περὶ πάντας, τὸ δυνατὸν ἐκ τῶν ἐθισμῶν εἴληπται καὶ πρὸς κατάπληξιν καὶ διόρθωσιν τῶν συμπτωμάτων.
因此,一方面,由于抽签带来的危险和恐惧同样悬在所有人的头上(因为谁会抽中是无法预知的),另一方面,吃大麦的惩罚同样降临在所有幸存者的身上,所以从他们的惯例中便取得了最大的成效,既能威慑人心,又能纠正过失。