§6.36.1βουκανᾶν.
吹号[的管理]。
συνάψαντος δὲ τοῦ καιροῦ τὴν πρώτην ἐφοδεύει φυλακὴν ὁ ταύτην λαχών, ἔχων μεθʼ αὑτοῦ μάρτυρας τῶν φίλων.
当时间到来时,抽签抽到这一班哨的人进行巡逻,并带着他的几位朋友作为见证人。
§6.36.2ἐπιπορεύεται δὲ τοὺς ῥηθέντας τόπους, οὐ μόνον τοὺς περὶ τὸν χάρακα καὶ τὰς εἰσόδους, ἀλλὰ καὶ τοὺς κατὰ σημαίαν ἅπαντας καὶ τοὺς κατʼ οὐλαμόν·
他巡视指定的地点,不仅是围栏 and 入口周围,还包括每个中队和每个骑兵队的所有地方。
§6.36.3κἂν μὲν εὕρῃ τοὺς φυλάττοντας τὴν πρώτην ἐγρηγορότας, λαμβάνει παρὰ τούτων τὸ κάρφος· ἐὰν δʼ εὕρῃ κοιμώμενον ἢ λελοιπότα τινὰ τὸν τόπον, ἐπιμαρτυράμενος τοὺς σύνεγγυς ἀπαλλάττεται.
如果他发现值守第一班哨的人醒着,就从他们那里收回木片;但如果他发现有人在睡觉或者擅离职守,他便请附近的人作证,然后离开。
§6.36.4τὸ δὲ παραπλήσιον γίνεται καὶ ὑπὸ τῶν τὰς ἑξῆς φυλακὰς ἐφοδευόντων.
巡逻后续各班哨的人也同样办理。
§6.36.5τὴν δʼ ἐπιμέλειαν τοῦ κατὰ φυλακὴν βουκανᾶν, ὡς ἀρτίως εἶπον, ἵνα σύμφωνον ᾖ τοῖς ἐφοδεύουσι πρὸς τοὺς φυλάττοντας, οἱ τῆς πρώτης σημαίας τῶν τριαρίων ἐξ ἑκατέρου τοῦ στρατοπέδου ταξίαρχοι καθʼ ἡμέραν ποιοῦνται.
正如我刚才所说,为了使巡逻者与值哨者之间的(时间)信号相一致,每个班哨吹号的管理工作由两个军团中第三战列兵第一中队的百人队长们每日负责。
§6.36.6τῶν δʼ ἐφόδων ἕκαστος ἅμα τῷ φωτὶ πρὸς τὸν χιλίαρχον ἀναφέρει τὸ σύνθημα.
每位巡逻者在天亮时将木片交还给军事长官。
κἂν μὲν ᾖ πάντα δεδομένα, χωρὶς ἐγκλήματος ἀπαλλάττονται πάλιν· ἂν δέ τις ἐλάττω φέρῃ τοῦ πλήθους τῶν φυλακείων, §6.36.7ζητοῦσιν ἐκ τοῦ χαρακτῆρος ποῖον ἐκ τῶν φυλακείων λέλοιπε.
如果所有的木片都已交齐,他们便毫无指控地再次离开;但如果有人带回的木片少于哨所的总数,他们就通过木片上的标记查出是哪个哨所缺交了。
§6.36.8τούτου δὲ γνωσθέντος καλεῖ τὸν ταξίαρχον· οὗτος δʼ ἄγει τοὺς ἀποταχθέντας εἰς τὴν φυλακήν· οὗτοι δὲ συγκρίνονται πρὸς τὸν ἔφοδον.
查明此事后,军事长官便召集百人队长,百人队长将指派到该哨所的人员带回,让他们与巡逻者进行对质。
ἐὰν μὲν οὖν ἐν τοῖς φύλαξιν ᾖ τὸ κακόν, §6.36.9εὐθέως δῆλός ἐστιν ὁ τὴν ἐφοδείαν ἔχων ἐπιμαρτυράμενος τοὺς σύνεγγυς· ὀφείλει γὰρ τοῦτο ποιεῖν· ἐὰν δὲ μηδὲν ᾖ τοιοῦτο γεγονός, εἰς τὸν ἔφοδον ἀναχωρεῖ
因此,如果过错在值哨者身上,巡逻者通过其曾请附近的人作证这一事实,事情会立刻变得明显(因为他有义务这样做);但如果没有发生这样的作证,责任就归结到巡逻者身上。