Humanitext Reader

波利比奥斯 · 历史 §6.30.1-6.30.6

同盟军的营区配置与第五街的形成

第 507 段,共 1311 段 · 希腊语

内容简介

文章阐述了同盟军骑兵和步兵的配置方法,以及为适应人数比例而进行的营区深度调整,并说明了由此产生的横向通道(第五街)的形成。

§6.30.1ἀπὸ τῶν ἁστάτων πεντήκοντα πάλιν διαλείποντες πόδας τοὺς τῶν συμμάχων ἱππεῖς ἀντίους παρεμβάλλουσι τούτοις, ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς εὐθείας καὶ λήγοντες ἐπὶ τὴν αὐτήν.
在与一线兵再次留出五十英尺的距离后,他们将同盟军的骑兵配置在与他们相对的位置,使他们从同一条直线开始,并在同一条直线上结束。
§6.30.2ἔστι δὲ τὸ πλῆθος τῶν συμμάχων, ὡς ἐπάνω προεῖπα, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, λεῖπον τοῖς ἐπιλέκτοις, τὸ δὲ τῶν ἱππέων διπλάσιον, ἀφῃρημένου καὶ τούτων τοῦ τρίτου μέρους εἰς τοὺς ἐπιλέκτους.
同盟军的人数正如我上面所说,步兵与罗马军团大致相等,扣除精锐部队后略少,而骑兵则是两倍,但其中三分之一也同样被抽调去作为精锐部队。
§6.30.3διὸ καὶ τὸ βάθος αὔξοντες τούτοις πρὸς λόγον ἐν τοῖς στρατοπεδευτικοῖς σχήμασι, πειρῶνται κατὰ τὸ μῆκος ἐξισοῦν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις.
因此,在营区布局中,他们通过按比例增加其深度,力图使其在长度上与罗马军团相等。
§6.30.4ἀποτελεσθεισῶν δὲ τῶν ἁπασῶν πέντε διόδων, αὖθις εἰς τοὔμπαλιν ἀπεστραμμένας ὁμοίως τοῖς ἱππεῦσι τιθέασι τὰς τῶν συμμαχικῶν πεζῶν σημαίας, αὔξοντες τὸ βάθος πρὸς λόγον, βλεπούσας δὲ πρὸς τὸν χάρακα καὶ πρὸς τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ἑκατέρας.
在全部五条通道形成之后,他们再次以与骑兵相同的方式,将同盟军步兵的中队朝向相反的方向配置,按比例增加其深度,并使他们面向营墙以及两侧的每一个侧面。
§6.30.5καθʼ ἑκάστην δὲ σημαίαν τὰς πρώτας ἀφʼ ἑκατέρου τοῦ μέρους σκηνὰς οἱ ταξίαρχοι λαμβάνουσιν.
在每个中队中,百人队长们占据来自每一侧的第一座营帐。
ἅμα δὲ τὸν προειρημένον τρόπον παρεμβάλλοντες καθʼ ἕκαστον μέρος τὸν ἕκτον οὐλαμὸν ἀπὸ τοῦ πέμπτου πεντήκοντα πόδας ἀφιστᾶσι, παραπλησίως δὲ καὶ τὰς τῶν πεζῶν τάξεις, §6.30.6ὥστε γίνεσθαι καὶ ταύτην ἄλλην διὰ μέσων τῶν στρατοπέδων δίοδον, ἐπικάρσιον μὲν πρὸς τὰς ῥύμας, παράλληλον δὲ ταῖς τῶν χιλιάρχων σκηναῖς, ἣν καλοῦσι πέμπτην διὰ τὸ παρὰ τὰ πέμπτα τάγματα παρήκειν.
同时,以所述方式在各部分安营扎寨时,他们使第六个骑兵队与第五个骑兵队相隔五十英尺,并且以类似的方式也使步兵的队伍相隔开来,从而在营地中间形成了另一条通道,它与街道相垂直,而与军事长官的营帐相平行,人们称之为“第五街”,因为它沿着第五个部队延伸。

词汇与语法注释

  1. 6.30.2ἀφῃρημένου καὶ τούτων τοῦ τρίτου μέρους — 由完成时被动分词 ἀφῃρημένου 及其主语 τοῦ τρίτου μέρους 构成的属格绝对结构。τούτων 为部分属格,指代同盟军骑兵。
  2. 6.30.3τὸ βάθος αὔξοντες τούτοις — 与格代词 τούτοις 指代同盟军骑兵,在此作利益与格或关系与格(意为“对他们而言”或“在他们的情况中”)。
  3. 6.30.5τὸν ἕκτον οὐλαμὸν ἀπὸ τοῦ πέμπτου πεντήκοντα πόδας ἀφιστᾶσι — 动词 ἀφιστᾶσι 在此处作及物(使役)动词使用,意为“使……隔开”或“使……距离”,直接宾语为 τὸν ἕκτον οὐλαμόν。
  4. 6.30.6ὥστε γίνεσθαι καὶ ταύτην ἄλλην διὰ μέσων τῶν στρατοπέδων δίοδον — 由 ὥστε 引导带不定式 γίνεσθαι 的结果从句。指示代词 ταύτην 修饰后方的阴性名词 δίοδον。

引用这一段

波利比奥斯, 历史 §6.30.1-6.30.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.30.1-6.30.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。