Humanitext Reader

波利比奥斯 · 历史 §6.32.1-6.32.8

军营总体规模及同盟军增加与执政官合营的调整

第 509 段,共 1311 段 · 希腊语

内容简介

指出由于罗马军营各要素的尺寸均已确定,其整体面积和周长极易计算,并说明了同盟军人数增加时的布局调整、两位执政官共同宿营时的合并方式,以及分开宿营时的布局。

§6.32.1δεδομένου δὲ τοῦ πλήθους καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων καθʼ ἑκατέραν τὴν πρόθεσιν, ἄν τε τετρακισχιλίους ἄν τε πεντακισχιλίους εἰς ἕκαστον στρατόπεδον ποιῶσι, παραπλησίως δὲ καὶ τῶν σημαιῶν τοῦ τε βάθους καὶ τοῦ μήκους καὶ τοῦ πλήθους δεδομένου, πρὸς δὲ τούτοις τῶν κατὰ τὰς διόδους καὶ πλατείας διαστημάτων, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων δεδομένων, §6.32.2συμβαίνει τοῖς βουλομένοις συνεφιστάνειν νοεῖν καὶ τοῦ χωρίου τὸ μέγεθος καὶ τὴν ὅλην περίμετρον τῆς παρεμβολῆς.
既然步兵和骑兵的数量在两种编制方案下(无论他们为每个军团定为四千人还是五千人)都已确定,而且同样地,中队的深度、长度和数量也已确定,此外还有通道和街道的宽度,以及所有其他要素也都同样确定,那么对于愿意关注的人来说,便很容易理解营地的面积和整个军营的周长。
ἐὰν δέ ποτε πλεονάζῃ τὸ τῶν συμμάχων πλῆθος, §6.32.3ἢ τῶν ἐξ ἀρχῆς συστρατευομένων ἢ τῶν ἐκ τοῦ καιροῦ προσγινομένων, §6.32.4τοῖς μὲν ἐκ τοῦ καιροῦ πρὸς τοῖς προειρημένοις καὶ τοὺς παρὰ τὸ στρατήγιον ἀναπληροῦσι τόπους, τὴν ἀγορὰν καὶ τὸ ταμιεῖον συναγαγόντες εἰς αὐτὸν τὸν κατεπείγοντα πρὸς τὴν χρείαν τόπον· §6.32.5τοῖς δʼ ἐξ ἀρχῆς συνεκπορευομένοις, ἐὰν ᾖ πλῆθος ἱκανώτερον, ῥύμην μίαν ἐξ ἑκατέρου τοῦ μέρους τῶν Ῥωμαϊκῶν στρατοπέδων πρὸς ταῖς ὑπαρχούσαις παρὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας παρατιθέασι.
但如果同盟军的人数在任何时候出现过剩,无论是从一开始就一同出征的人,还是由于形势需要而临时加入的人,对于那些临时加入的人,除了上述地方外,他们还会填满执政官营帐旁边的空间,将广场和财务官官署压缩到仅能满足紧急使用的区域;而对于那些从一开始就共同出征的人,如果人数较多,他们会在罗马军团两侧的现有街道之外,沿着侧面的营墙各增加一条街道。
§6.32.6πάντων δὲ τῶν τεττάρων στρατοπέδων καὶ τῶν ὑπάτων ἀμφοτέρων εἰς ἕνα χάρακα συναθροισθέντων, οὐδὲν ἕτερον δεῖ νοεῖν πλὴν δύο στρατιὰς κατὰ τὸν ἄρτι λόγον παρεμβεβληκυίας ἀντεστραμμένας αὑταῖς συνηρμόσθαι, συναπτούσας κατὰ τὰς τῶν ἐπιλέκτων ἑκατέρου τοῦ στρατοπέδου παρεμβολάς, οὓς ἐποιοῦμεν εἰς τὴν ὀπίσω βλέποντας ἐπιφάνειαν τῆς ὅλης παρεμβολῆς, §6.32.7ὅτε δὴ συμβαίνει γίνεσθαι τὸ μὲν σχῆμα παράμηκες, τὸ δὲ χωρίον διπλάσιον τοῦ πρόσθεν, τὴν δὲ περίμετρον ἡμιόλιον.
当全部四个军团和两位执政官聚集在同一个营墙内时,我们只需想象两支按照刚才所述方式宿营的军队背靠背结合在一起,并在每支军队的精锐部队(即我们此前安置在面向整个军营后方的那些人)的营地处相连,此时营地的形状便成为长方形,面积为以前的两倍,而周长则为以前的一倍半。
§6.32.8ὅταν μὲν οὖν συμβαίνῃ τοὺς ὑπάτους ἀμφοτέρους ὁμοῦ στρατοπεδεύειν, οὕτως ἀεὶ χρῶνται ταῖς στρατοπεδείαις· ὅταν δὲ χωρίς, τἄλλα μὲν ὡσαύτως, τὴν δʼ ἀγορὰν καὶ τὸ ταμιεῖον καὶ τὸ στρατήγιον μέσον τιθέασι τῶν δυεῖν στρατοπέδων.
因此,当两位执政官共同宿营时,他们总是这样安排军营;而当他们分开宿营时,其他安排均相同,但将广场、财务官官署和执政官营帐安置在两个军团的中间。

词汇与语法注释

  1. 6.32.1δεδομένου — 带有完成时被动分词 δεδομένου 的多个属格独立结构(τοῦ πλήθους ... δεδομένου、τῶν σημαιῶν ... δεδομένου、τῶν διαστημάτων ... [δεδομένων]、τῶν ἄλλων ... δεδομένων)并列出现,均对主句(§6.32.2 中的 συμβαίνει...)起原因状语的作用(意为“由于……已被确定/给出”)。
  2. 6.32.2συμβαίνει — 无人称动词 συμβαίνει(意为“发生”、“结果是……”)后接带有一格/与格主语的不定式 νοεῖν(“理解”)。与格短语 τοῖς βουλομένοις(“对于那些想要的人”)作名词性使用,其自身又支配着不定式 συνεφιστάνειν(“集中注意力”)。
  3. 6.32.4τοῖς μὲν ἐκ τοῦ καιροῦ — 该与格短语置于句首以示强调。整句的主语是省略的“他们”(军营规划者),主动词 ἀναπληροῦσι 意为“他们填满/分配”。与格的 τοῖς μὲν... 起到利益/关系与格的作用(“对于那些……的人”)。分词 συναγαγόντες(“收缩/压缩”)为阳性复数主格,与省略的主语一致。
  4. 6.32.6δεῖ νοεῖν πλὴν δύο στρατιὰς ... συνηρμόσθαι — 短语 οὐδὲν ἕτερον ... πλὴν 意为“除……之外别无其他”或“只需……”。由无人称动词 δεῖ 支配的不定式 νοεῖν(“应当认为/想象”)带有一个“带对格的不定式”结构作为其宾语:对格主语 δύο στρατιὰς 与完成时被动不定式 συνηρμόσθαι(“两支军队被结合在一起”)。

引用这一段

波利比奥斯, 历史 §6.32.1-6.32.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.32.1-6.32.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。