§6.20.1πρεσβυτέρων].
(年长者的)。
γενομένης δὲ τῆς διαιρέσεως καὶ καταστάσεως τῶν χιλιάρχων τοιαύτης ὥστε πάντα τὰ στρατόπεδα τοὺς ἴσους ἔχειν ἄρχοντας, §6.20.2μετὰ ταῦτα καθίσαντες χωρὶς ἀλλήλων κατὰ στρατόπεδον κληροῦσι τὰς φυλὰς κατὰ μίαν καὶ προσκαλοῦνται τὴν ἀεὶ λαχοῦσαν.
当千人队长的如此划分和安置完成,使得所有军团都拥有相同数量的指挥官时,在此之后,他们按军团分开就座,逐一抽签决定部族,并传唤每次中签的部族。
§6.20.3ἐκ δὲ ταύτης ἐκλέγουσι τῶν νεανίσκων τέτταρας ἐπιεικῶς τοὺς παραπλησίους ταῖς ἡλικίαις καὶ ταῖς ἕξεσι.
他们从该部族中选出四名在年龄和体格上大体相当且合格的青年。
§6.20.4προσαχθέντων δὲ τούτων λαμβάνουσι πρῶτοι τὴν ἐκλογὴν οἱ τοῦ πρώτου στρατοπέδου, δεύτεροι δʼ οἱ τοῦ δευτέρου, τρίτοι δʼ οἱ τοῦ τρίτου, τελευταῖοι δʼ οἱ τοῦ τετάρτου.
当这四人被带到上前时,第一军团的成员首先进行选择,第二军团的成员第二,第三军团的成员第三,第四军团的成员最后。
§6.20.5πάλιν δʼ ἄλλων τεττάρων προσαχθέντων λαμβάνουσι πρῶτοι τὴν αἵρεσιν οἱ τοῦ δευτέρου στρατοπέδου καὶ ἑξῆς οὕτως, τελευταῖοι δʼ οἱ τοῦ πρώτου.
当另外四人再次被带到上前时,第二军团的成员首先进行挑选,以此类推,第一军团的成员最后挑选。
§6.20.6μετὰ δὲ ταῦτα πάλιν ἄλλων τεττάρων προσαχθέντων πρῶτοι λαμβάνουσιν οἱ τοῦ τρίτου στρατοπέδου, τελευταῖοι δʼ οἱ τοῦ δευτέρου.
在此之后,当另外四人再次被带到上前时,第三军团的成员首先挑选,第二军团的成员最后挑选。
§6.20.7[καὶ] αἰεὶ κατὰ λόγον οὕτως ἐκ περιόδου τῆς ἐκλογῆς γινομένης παραπλησίους συμβαίνει λαμβάνεσθαι τοὺς ἄνδρας εἰς ἕκαστον τῶν στρατοπέδων.
由于选择总是这样按比例循环进行,结果是每个军团所分到的士兵在各方面大体相当。
§6.20.8ὅταν δʼ ἐκλέξωσι τὸ προκείμενον πλῆθος — τοῦτο δʼ ἔστιν ὁτὲ μὲν εἰς ἕκαστον στρατόπεδον πεζοὶ τετρακισχίλιοι καὶ διακόσιοι, ποτὲ δὲ πεντακισχίλιοι, ἐπειδὰν μείζων τις αὐτοῖς προφαίνηται κίνδυνος — §6.20.9μετὰ ταῦτα τοὺς ἱππεῖς τὸ μὲν παλαιὸν ὑστέρους εἰώθεσαν δοκιμάζειν ἐπὶ τοῖς τετρακισχιλίοις διακοσίοις, νῦν δὲ προτέρους, πλουτίνδην αὐτῶν γεγενημένης ὑπὸ τοῦ τιμητοῦ τῆς ἐκλογῆς· καὶ ποιοῦσι τριακοσίους εἰς ἕκαστον στρατόπεδον.
当他们选满预定的数额时——这有时是每个军团四千二百名步兵,有时是五千名,每当他们面临更大的危险时—— 在此之后,过去他们习惯于在选完四千二百名步兵后再对骑兵进行审查,但现在由于监察官已根据财产多寡提前对他们进行了选拔,因而先对他们进行审查,并在每个军团中分配三百人。