Humanitext Reader

波利比奥斯 · 历史 §6.18.1-6.18.9

混合政体的相互制约机制与独裁官的权力

第 495 段,共 1311 段 · 希腊语

内容简介

阐述了罗马混合政体的各个要素如何通过在外部危机时团结一致、在和平时期相互制约,来确保国家的稳定与自我调节,并进一步说明了独裁官相比于执政官所拥有的独特权力。

§6.18.1τοιαύτης δʼ οὔσης τῆς ἑκάστου τῶν μερῶν δυνάμεως εἰς τὸ καὶ βλάπτειν καὶ συνεργεῖν ἀλλήλοις, πρὸς πάσας συμβαίνει τὰς περιστάσεις δεόντως ἔχειν τὴν ἁρμογὴν αὐτῶν, ὥστε μὴ οἷόν τʼ εἶναι ταύτης εὑρεῖν ἀμείνω πολιτείας σύστασιν.
\n由于各个部分的权力具有既能相互制约又能相互合作的性质,它们的结合恰好能适当地应对所有境况,以至于无法找到比这更优秀的国家体制。
§6.18.2ὅταν μὲν γάρ τις ἔξωθεν κοινὸς φόβος ἐπιστὰς ἀναγκάσῃ σφᾶς συμφρονεῖν καὶ συνεργεῖν ἀλλήλοις, τηλικαύτην καὶ τοιαύτην συμβαίνει γίνεσθαι τὴν δύναμιν τοῦ πολι §6.18.3τεύματος ὥστε μήτε παραλείπεσθαι τῶν δεόντων μηδέν, ἅτε περὶ τὸ προσπεσὸν ἀεὶ πάντων ὁμοῦ ταῖς ἐπινοίαις ἁμιλλωμένων, μήτε τὸ κριθὲν ὑστερεῖν τοῦ καιροῦ, κοινῇ καὶ κατʼ ἰδίαν ἑκάστου συνεργοῦντος πρὸς τὴν τοῦ προκειμένου συντέλειαν.
\n\n因为每当外部出现某种共同的恐惧并迫使他们同心协力、相互配合时,国家政体的力量就会变得如此巨大和具有这样的品质,以至于\n\n任何必要的事项都不会被遗漏(因为面对随时降临的危机,所有人都会齐心协力地开动脑筋、相互竞争),而被决定的事情也不会错过时机(因为无论是公共还是私人事务,每个人都在为达成眼前的目标而共同努力)。
§6.18.4διόπερ ἀνυπόστατον συμβαίνει γίνεσθαι καὶ παντὸς ἐφικνεῖσθαι τοῦ κριθέντος τὴν ἰδιότητα τοῦ πολιτεύματος.
\n\n因此,该政体的独特性质使其变得不可抗拒,并能达成所有被决定下来的事情。
§6.18.5ὅταν γε μὴν πάλιν ἀπολυθέντες τῶν ἐκτὸς φόβων ἐνδιατρίβωσι ταῖς εὐτυχίαις καὶ περιουσίαις ταῖς ἐκ τῶν κατορθωμάτων, ἀπολαύοντες τῆς εὐδαιμονίας, καὶ ὑποκολακευόμενοι καὶ ῥᾳθυμοῦντες τρέπωνται πρὸς ὕβριν καὶ πρὸς ὑπερηφανίαν, ὃ δὴ φιλεῖ γίνεσθαι, §6.18.6τότε καὶ μάλιστα συνιδεῖν ἔστιν αὐτὸ παρʼ αὑτοῦ ποριζόμενον τὸ πολίτευμα τὴν βοήθειαν.
\n\n然而,另一方面,当他们免于外部的恐惧,在因成功而带来的好运和富足中度日,享受着繁荣,并在奉承和怠惰中转向专横与傲慢时(这确实是常有的事),\n\n就在那时,人们最能看清该政体如何从自身内部寻求救济。
§6.18.7ἐπειδὰν γὰρ ἐξοιδοῦν τι τῶν μερῶν φιλονεικῇ καὶ πλέον τοῦ δέοντος ἐπικρατῇ, δῆλον ὡς οὐδενὸς αὐτοτελοῦς ὄντος κατὰ τὸν ἄρτι λόγον, ἀντισπᾶσθαι δὲ καὶ παραποδίζεσθαι δυναμένης τῆς ἑκάστου προθέσεως ὑπʼ ἀλλήλων, οὐδὲν ἐξοιδεῖ τῶν μερῶν οὐδʼ ὑπερφρονεῖ.
\n\n因为每当其中的某一个部分膨胀、好争并超出应有程度地占据支配地位时,显然,正如刚才所论证的那样,由于没有一个部分是完全独立的,而且每一个部分的意图都可能被其他部分相互牵制和阻碍,所以没有任何一部分会过度膨胀或傲慢自大。
§6.18.8πάντα γὰρ ἐμμένει τοῖς ὑποκειμένοις τὰ μὲν κωλυόμενα τῆς ὁρμῆς, τὰ δʼ ἐξ ἀρχῆς δεδιότα τὴν ἐκ τοῦ πέλας ἐπίστασιν.
\n\n因为所有事物都保持在既定的框架内,有的是其冲动受到阻碍,有的则是起初就惧怕来自邻近者的干预。
[ξοδ. υρβ. φολ. 66 εχξ. αντ. π. 177. ] §6.18.9ὁ δὲ δικτάτωρ ταύτην ἔχει τὴν διαφορὰν τῶν ὑπάτων· τῶν μὲν γὰρ ὑπάτων ἑκατέρῳ δώδεκα πελέκεις ἀκολουθοῦσι, τούτῳ δʼ εἴκοσι καὶ τέτταρες, κἀκεῖνοι μὲν ἐν πολλοῖς προσδέονται τῆς συγκλήτου πρὸς τὸ συντελεῖν τὰς ἐπιβολάς, οὗτος δʼ ἔστιν αὐτοκράτωρ στρατηγός, οὗ κατασταθέντος παραχρῆμα διαλύεσθαι συμβαίνει πάσας τὰς ἀρχὰς ἐν τῇ Ῥώμῃ πλὴν τῶν δημάρχων.
[ξοδ. υρβ. φολ. 66 εχξ. αντ. π. 177.]\n\n另一方面,独裁官与执政官有如下区别:每个执政官有十二名仪仗侍卫随从,而独裁官则有二十四名;此外,执政官在许多事务上需要元老院的支持才能完成其计划,而独裁官则是拥有绝对权力的将军,一旦他被任命,罗马的所有官职——除护民官外——都会立即停止活动。
οὐ μὴν ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις ἀκριβεστέραν ποιησόμεθα τὴν διαστολήν.
不过,我们将在其他地方对这些问题进行更为详尽的区分。
[πολψβ. ιιι, 87, 7. ]
[πολψβ. ιιι, 87, 7.]

词汇与语法注释

  1. §6.18.6αὐτὸ παρʼ αὑτοῦ ποριζόμενον τὸ πολίτευμα τὴν βοήθειαν — 此分词结构用作不定式 συνιδεῖν(“可以察觉”)的补足语,表明“政体自身(αὐτὸ τὸ πολίτευμα)从自身(παρʼ αὑτοῦ)提供救济(τὴν βοήθειαν)”这一事实。代词 αὐτό 起到强调主语 τὸ πολίτευμα 的作用,与反身代词 παρʼ αὑτοῦ 并置,突出了政体内在的自我调节能力。
  2. §6.18.8πάντα γὰρ ἐμμένει τοῖς ὑποκειμένοις τὰ μὲν κωλυόμενα τῆς ὁρμῆς, τὰ δʼ ἐξ ἀρχῆς δεδιότα — 这里的 τὰ μὲν ... τὰ δὲ ...(“有的……,有的……”)用作主语 πάντα(“所有事物”)的局部同位语(Schema Ionicum),用以详细说明其构成。此外,τοῖς ὑποκειμένοις 是中性复数名词化的完成时分词,意为“既定的界限”或“现有秩序”,作为动词 ἐμμένει(“坚守、保持”)的与格补足语。
  3. §6.18.9οὗ κατασταθέντος — 这是一个使用关系代词 ὅς 的属格形成的属格独立结构(genitive absolute),表示时间或条件关系(“当他被任命时”)。关系代词作为属格独立结构的主语,使该句与前文在逻辑上紧密相连。

引用这一段

波利比奥斯, 历史 §6.18.1-6.18.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.18.1-6.18.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。