§6.10.1νῦν δʼ ἐπὶ βραχὺ ποιησόμεθα μνήμην ὑπὲρ τῆς Λυκούργου νομοθεσίας· ἔστι γὰρ οὐκ ἀνοίκειος ὁ λόγος τῆς προθέσεως.
不过现在,我们将对吕库古的立法作一简短的提及;因为这番讨论与我们的主旨并非不相干。
§6.10.2ἐκεῖνος γὰρ ἕκαστα τῶν προειρημένων συννοήσας ἀναγκαίως καὶ φυσικῶς ἐπιτελούμενα καὶ συλλογισάμενος ὅτι πᾶν εἶδος πολιτείας ἁπλοῦν καὶ κατὰ μίαν συνεστηκὸς δύναμιν ἐπισφαλὲς γίνεται διὰ τὸ ταχέως εἰς τὴν οἰκείαν καὶ φύσει παρεπομένην ἐκτρέπεσθαι κακίαν· §6.10.3καθάπερ γὰρ σιδήρῳ μὲν ἰός, ξύλοις δὲ θρῖπες καὶ τερηδόνες συμφυεῖς εἰσι λῦμαι, διʼ ὧν, κἂν πάσας τὰς ἔξωθεν διαφύγωσι βλάβας, ὑπʼ αὐτῶν φθείρονται τῶν συγγενομένων, §6.10.4τὸν αὐτὸν τρόπον καὶ τῶν πολιτειῶν συγγεννᾶται κατὰ φύσιν ἑκάστῃ καὶ παρέπεταί τις κακία, βασιλείᾳ μὲν ὁ μοναρχικὸς λεγόμενος τρόπος, ἀριστοκρατίᾳ δʼ ὁ τῆς ὀλιγαρχίας, §6.10.5δημοκρατίᾳ δʼ ὁ θηριώδης καὶ χειροκρατικός, εἰς οὓς οὐχ οἷόν τε μὴ οὐ πάντα τὰ προειρημένα σὺν χρόνῳ ποιεῖσθαι τὰς μεταστάσεις κατὰ τὸν ἄρτι λόγον.
因为他洞察到上述每项事情都是必然且自然地完成的,并推论出:每一种单一的、依单一力量建立起来的政体形式都是不稳固的,因为它们会迅速偏向自身固有的、自然伴随的恶德;正如铁有铁锈,木有木蠹和船蛆作为其生来俱有的祸害,由于这些祸害,即使它们免受了外部的一切损害,也会被这些同生的恶物所毁灭,同样地,每种政体也都自然而然地伴随着某种与其同生的恶德:君主制伴随着所谓的专制方式,贵族制伴随着寡头方式,而民主制则伴随着野蛮和拳头统治的方式。 根据刚才的讨论,上述所有政体在时间推移中,不可能不向这些方式发生过渡。
§6.10.6ἃ προϊδόμενος Λυκοῦργος οὐχ ἁπλῆν οὐδὲ μονοειδῆ συνεστήσατο τὴν πολιτείαν, ἀλλὰ πάσας ὁμοῦ συνήθροιζε τὰς ἀρετὰς καὶ τὰς ἰδιότητας τῶν ἀρίστων πολιτευμάτων, §6.10.7ἵνα μηδὲν αὐξανόμενον ὑπὲρ τὸ δέον εἰς τὰς συμφυεῖς ἐκτρέπηται κακίας, ἀντισπωμένης δὲ τῆς ἑκάστου δυνάμεως ὑπʼ ἀλλήλων μηδαμοῦ νεύῃ μηδʼ ἐπὶ πολὺ καταρρέπῃ μηδὲν αὐτῶν, ἀλλʼ ἰσορροποῦν καὶ ζυγοστατούμενον ἐπὶ πολὺ διαμένῃ κατὰ τὸν τῆς ἀντιπλοίας λόγον ἀεὶ τὸ πολίτευμα, §6.10.8τῆς μὲν βασιλείας κωλυομένης ὑπερηφανεῖν διὰ τὸν ἀπὸ τοῦ δήμου φόβον, δεδομένης καὶ τούτῳ μερίδος ἱκανῆς ἐν τῇ πολιτείᾳ, §6.10.9τοῦ δὲ δήμου πάλιν μὴ θαρροῦντος καταφρονεῖν τῶν βασιλέων διὰ τὸν ἀπὸ τῶν γερόντων φόβον, οἳ κατʼ ἐκλογὴν ἀριστίνδην κεκριμένοι πάντες ἔμελλον ἀεὶ τῷ δικαίῳ προσνέμειν ἑαυτούς, §6.10.10ὥστε τὴν τῶν ἐλαττουμένων μερίδα διὰ τὸ τοῖς ἔθεσιν ἐμμένειν, ταύτην ἀεὶ γίνεσθαι μείζω καὶ βαρυτέραν τῇ τῶν γερόντων προσκλίσει καὶ ῥοπῇ.
吕库古预见到了这些,因而没有建立单一或单一体制的政体,而是将最优秀政体的所有优点和特性都聚集在一起,以便没有任何一部分过度增长而偏向其固有的恶德,而是在各方力量互相牵制之下,其中任何一方都不会偏向或大幅倒向任何一侧,而是根据逆风航行的原理,使该政体始终保持平衡和对等,长久维持,一方面,君主制由于对民众的畏惧而免于傲慢(因为民众在政体中也被赋予了足够的份额),另一方面,民众又因畏惧长老而不敢轻视君主,这些长老全都是按德行选拔出来的,注定会始终站在正义的一边,结果,处于弱势一方的份额,通过坚守习俗,在长老们的偏向和加重之下,总是变得更大、更有分量。
§6.10.11τοιγαροῦν οὕτως συστησάμενος πλεῖστον ὧν ἡμεῖς ἴσμεν χρόνον διεφύλαξε τοῖς Λακεδαιμονίοις τὴν ἐλευθερίαν.
因此,他通过如此建构,为拉栖代梦人维护了在我们所知中最为长久的自由。
§6.10.12ἐκεῖνος μὲν οὖν λόγῳ τινὶ προϊδόμενος πόθεν ἕκαστα καὶ πῶς πέφυκε συμβαίνειν, ἀβλαβῶς συνεστήσατο τὴν προειρημένην πολιτείαν· §6.10.13Ῥωμαῖοι δὲ τὸ μὲν τέλος ταὐτὸ πεποίηνται τῆς ἐν τῇ πατρίδι καταστάσεως, §6.10.14οὐ μὴν διὰ λόγου, διὰ δὲ πολλῶν ἀγώνων καὶ πραγμάτων, ἐξ αὐτῆς ἀεὶ τῆς ἐν ταῖς περιπετείαις ἐπιγνώσεως αἱρούμενοι τὸ βέλτιον, οὕτως ἦλθον ἐπὶ ταὐτὸ μὲν Λυκούργῳ τέλος, κάλλιστον δὲ σύστημα τῶν καθʼ ἡμᾶς πολιτειῶν.
于是,他凭着某种理性,预见到了每件事的起因和自然发生的方式,毫无弊害地建构了上述政体;而罗马人虽然也在祖国体制中达到了同样的目标,但却不是通过理性,而是通过许多斗争和艰难,通过在屡次逆境中获得的认识,总是选择更好的方案,从而达到了与吕库古相同的目标,并建成了我们时代最优秀的政体体系。
[ξοδ. υρβ. φολ. 60 εχξ. αντ. π. 174. ]
[乌尔比诺抄本,第60叶,古摘录,第174页。]