§6.9.1μασιν.
[不幸的]结局。
ἐπειδὰν γάρ τις συνθεασάμενος τὸν φθόνον καὶ τὸ μῖσος κατʼ αὐτῶν τὸ παρὰ τοῖς πολίταις ὑπάρχον, κἄπειτα θαρρήσῃ λέγειν ἢ πράττειν τι κατὰ τῶν προεστώτων, πᾶν ἕτοιμον καὶ συνεργὸν λαμβάνει τὸ πλῆθος.
因为每当有人观察到公民中对他们存在的嫉妒和仇恨,进而鼓起勇气,针对这些当权者说些什么或做些什么时,他就会发现整个大众都已准备就绪,并成为他的协作者。
§6.9.2λοιπὸν οὓς μὲν φονεύσαντες, οὓς δὲ φυγαδεύσαντες, οὔτε βασιλέα προΐστασθαι τολμῶσιν, ἔτι δεδιότες τὴν τῶν πρότερον ἀδικίαν, οὔτε πλείοσιν ἐπιτρέπειν τὰ κοινὰ θαρροῦσι, παρὰ πόδας αὐτοῖς οὔσης τῆς πρότερον ἀγνοίας, §6.9.3μόνης δὲ σφίσι καταλειπομένης ἐλπίδος ἀκεραίου τῆς ἐν αὑτοῖς ἐπὶ ταύτην καταφέρονται, καὶ τὴν μὲν πολιτείαν ἐξ ὀλιγαρχικῆς δημοκρατίαν ἐποίησαν, τὴν δὲ τῶν κοινῶν πρόνοιαν καὶ πίστιν εἰς σφᾶς αὐτοὺς ἀνέλαβον.
其结果,他们杀害了其中一些人,驱逐了另一些人,既不敢立君主来统治自己(因为仍然害怕前者的不义),也不敢把公事托付给更多的人(因为前者的愚昧就在他们眼前),在仅存的对自身未受污染的希望中,他们诉诸于此,将政体由寡头政转变为民主政,并亲自承担起对公事的照料和托付。
§6.9.4καὶ μέχρι μὲν ἂν ἔτι σῴζωνταί τινες τῶν ὑπεροχῆς καὶ δυναστείας πεῖραν εἰληφότων, ἀσμενίζοντες τῇ παρούσῃ καταστάσει περὶ πλείστου ποιοῦνται τὴν ἰσηγορίαν καὶ τὴν παρρησίαν·
只要那些曾经经历过优越地位和权势的人还有一些在世,他们便会对现状感到满意,并把平等发言权和言论自由视作最珍贵的东西。
§6.9.5ὅταν δʼ ἐπιγένωνται νέοι καὶ παισὶ παίδων πάλιν ἡ δημοκρατία παραδοθῇ, τότʼ οὐκέτι διὰ τὸ σύνηθες ἐν μεγάλῳ τιθέμενοι τὸ τῆς ἰσηγορίας καὶ παρρησίας ζητοῦσι πλέον ἔχειν τῶν πολλῶν· μάλιστα δʼ εἰς τοῦτʼ ἐμπίπτουσιν οἱ ταῖς οὐσίαις ὑπερέχοντες.
但是,当新一代人成长起来,民主政再次传到子孙手里时,由于习惯了这些,他们便不再重视平等发言权和言论自由,而是企图多于大众;那些在财富上占优势的人最容易陷入这种境地。
§6.9.6λοιπὸν ὅταν ὁρμήσωσιν ἐπὶ τὸ φιλαρχεῖν καὶ μὴ δύνωνται διʼ αὑτῶν καὶ διὰ τῆς ἰδίας ἀρετῆς τυγχάνειν τούτων, διαφθείρουσι τὰς οὐσίας, δελεάζοντες καὶ λυμαινόμενοι τὰ πλήθη κατὰ πάντα τρόπον.
其结果,当他们开始追求权力,却无法通过自身以及自身的德行来获得它时,他们便挥耗自己的财产,千方百计地诱惑和败坏大众。
§6.9.7ἐξ ὧν ὅταν ἅπαξ δωροδόκους καὶ δωροφάγους κατασκευάσωσι τοὺς πολλοὺς διὰ τὴν ἄφρονα δοξοφαγίαν, τότʼ ἤδη πάλιν τὸ μὲν τῆς δημοκρατίας καταλύεται, μεθίσταται δʼ εἰς βίαν καὶ χειροκρατίαν ἡ δημοκρατία.
一旦他们由于愚蠢的追逐虚名而使大众变得接受贿赂、贪图馈赠,那么此时民主政便再次瓦解,而民主政也转变为了暴力和拳头统治。
§6.9.8συνειθισμένον γὰρ τὸ πλῆθος ἐσθίειν τὰ ἀλλότρια καὶ τὰς ἐλπίδας ἔχειν τοῦ ζῆν ἐπὶ τοῖς τῶν πέλας, ὅταν λάβῃ προστάτην μεγαλόφρονα καὶ τολμηρόν, ἐκκλειόμενον δὲ διὰ πενίαν τῶν ἐν τῇ πολιτείᾳ τιμίων, τότε δὴ χειροκρατίαν ἀποτελεῖ, §6.9.9καὶ τότε συναθροιζόμενον ποιεῖ σφαγάς, φυγάς, γῆς ἀναδασμούς, ἕως ἂν ἀποτεθηριωμένον πάλιν εὕρῃ δεσπότην καὶ μόναρχον.
因为习惯了吃他人之食、并把生活希望寄托在邻人财产上的大众,一旦获得了一位志向高远且大胆的领导者,而这位领导者又因贫困而被排除在国家官职之外时,大众就会彻底实行拳头统治,并且在此时聚集起来,进行屠杀、驱逐、重新分配土地,直到他们再次变得如野兽般野蛮,重新找到一位主人和独裁者。
αὕτη πολιτειῶν ἀνακύκλωσις, §6.9.10αὕτη φύσεως οἰκονομία, καθʼ ἣν μεταβάλλει καὶ μεθίσταται καὶ πάλιν εἰς αὑτὰ καταντᾷ τὰ κατὰ τὰς πολιτείας.
这就是政体的循环,这是自然规律的支配,依据它,政体的事情发生变化和过渡,并再次回到它们自身。
§6.9.11ταῦτά τις σαφῶς ἐπεγνωκὼς χρόνοις μὲν ἴσως διαμαρτήσεται λέγων ὑπὲρ τοῦ μέλλοντος περὶ πολιτείας, τὸ δὲ ποῦ τῆς αὐξήσεως ἕκαστόν ἐστιν ἢ τῆς φθορᾶς ἢ ποῦ μεταστήσεται σπανίως ἂν διασφάλλοιτο, χωρὶς ὀργῆς ἢ φθόνου ποιούμενος τὴν ἀπόφασιν.
清楚认识到这一点的人,在谈论某一政体的未来时,也许在时间上会有所失误,但对于它处于增长还是衰退的哪一个阶段,或者它将过渡到哪里,只要不带愤怒或嫉妒地做出断言,就很少会犯错。
§6.9.12καὶ μὴν περί γε τῆς Ῥωμαίων πολιτείας κατὰ ταύτην τὴν ἐπίστασιν μάλιστʼ ἂν ἔλθοιμεν εἰς γνῶσιν καὶ τῆς συστάσεως καὶ τῆς αὐξήσεως καὶ τῆς ἀκμῆς, ὁμοίως δὲ καὶ τῆς εἰς τοὔμπαλιν ἐσομένης ἐκ τούτων μεταβολῆς·
此外,关于罗马人的政体,通过这种观察,我们最能了解其建立、增长和鼎盛,同样也能了解此后它向相反方向发生的变化。
§6.9.13εἰ γάρ τινα καὶ ἑτέραν πολιτείαν, ὡς ἀρτίως εἶπα, καὶ ταύτην συμβαίνει, κατὰ φύσιν ἀπʼ ἀρχῆς ἔχουσαν τὴν σύστασιν καὶ τὴν αὔξησιν, κατὰ φύσιν ἕξειν καὶ τὴν εἰς τἀναντία μεταβολήν.
因为,正如我刚才所说,如果任何其他政体是这样,这个政体也是如此:其建立和增长自始便是顺应自然的,它向相反方向的变化也必将是顺应自然的。
§6.9.14σκοπεῖν δʼ ἐξέσται διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων.
这一点将可以通过此后所要说的话来予以考察。