Humanitext Reader

波利比奥斯 · 历史 §6.11a.1-6.11a.10

关于早期罗马渊源与习俗的残篇

第 486 段,共 1311 段 · 希腊语

内容简介

摘录自波利比乌斯《历史》第六卷的片段,涉及帕兰提乌姆的地名由来、罗马的建城年代、罗马妇女禁酒及亲吻礼的习俗、奥斯提亚的建立、卢基乌斯(塔克文·普里斯库斯)迁往罗马并发迹的历程,以及数条道德哲学格言。

§6.11a.1ὄνομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάντιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως· ὡς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος ὁ Μεγαλοπολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευτήσαντος· τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός· χώσαντα δʼ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι.
他们因其在阿卡迪亚的母邦而将这座小镇命名为帕兰提乌姆;但正如包括梅加洛波利斯的波利比乌斯在内的一些人所记载的那样,它是得名于在此去世的青年帕拉斯;据说此人是赫拉克勒斯与埃万德罗之女劳娜的儿子;他的外祖父在山丘上为他筑了坟墓,并以该青年的名字将该地命名为帕兰提乌姆。
[διονψς. α. ρ. ι, 31, 5 π. 83. ] §6.11a.2οὐ γὰρ ἠξίουν ὡς Πολύβιος ὁ Μεγαλοπολίτης τοσοῦτον μόνον εἰπεῖν, ὅτι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος τὴν Ῥώμην ἐκτίσθαι πείθομαι, οὐδʼ ἐπὶ τοῦ παρὰ τοῖς ἀρχιερεῦσι κειμένου πίνακος ἑνὸς καὶ μόνου τὴν πίστιν ἀβασάνιστον καταλιπεῖν [ιδεμ α.
[διονψς. α. ρ. ι, 31, 5 π. 83.] 因为我不像梅加洛波利斯的波利比乌斯那样,满足于仅仅说:“我相信罗马建于第七届奥林匹亚德的第二年”,也不愿在不对大祭司处保存的唯一一块木板进行考证的情况下,就让其可信度悬而未决。
ρ. ι, 74 π. 188. ] §6.11a.3ἱστοροῦσι δὲ οἱ περὶ Ἀριστόδημον τὸν Ἠλεῖον ὡς ἀπὸ εἰκοστῆς καὶ ἑβδόμης ὀλυμπιάδος ἤρξαντο οἱ ἀθληταὶ ἀναγράφεσθαι, ὅσοι δηλαδὴ νικηφόροι·
[ιδεμ α. ρ. ι, 74 π. 188.] 埃利斯的人阿利斯托德莫斯及其学派记载,从第二十七届奥林匹亚德开始,运动员(即获胜者)才开始被登记。
πρὸ τοῦ γὰρ οὐδεὶς ἀνεγράφη, ἀμελησάντων τῶν πρότερον· τῇ δὲ εἰκοστῇ ὀγδόῃ τὸ στάδιον νικῶν Κόροιβος Ἠλεῖος ἀνεγράφη πρῶτος·
因为在此之前,由于前人的忽视,没有任何人被登记;而在第二十八届,获得短跑冠军的埃利斯人科洛伊波斯第一个被登记。
καὶ ἡ ὀλυμπιὰς αὕτη πρώτη ἐτάχθη, ἀφʼ ἧς Ἕλληνες ἀριθμοῦσι τοὺς χρόνους·
这一届奥林匹亚德被定为第一届,希腊人从此开始计算年代。
τὰ δʼ αὐτὰ τῷ Ἀριστοδήμῳ καὶ Πολύβιος ἱστορεῖ. [ευσεβιυς ιν ξραμερι ανεξδ. παρις. ϝολ. ιι π. 141, 17. ξονφ. γεοργιυμ σψνξελλυμ π. 195δ — 196ξ.
波利比乌斯也记载了与阿利斯托德莫斯相同的事实。
] παρὰ Ῥωμαίοις δέ, §6.11a.4ὥς φησι Πολύβιος ἐν τῇ ἕκτῃ, ἀπείρηται γυναιξὶ πίνειν οἶνον, τὸ δὲ καλούμενον πάσσον πίνουσιν.
[ευσεβιυς ιν ξραμερι ανεξδ. παρις. ϝολ. ιι π. 141, 17. ξονφ. γεοργιυμ σψνξελλυμ π. 195δ — 196ξ.] 在罗马人中,正如波利比乌斯在第六卷中所说,妇女被禁止饮用葡萄酒,但她们饮用被称为“帕苏姆”的饮料。
τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενεῖ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ· διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ.
这是由葡萄干制成的,饮用时与埃戈斯泰纳的甜酒和克里特甜酒非常相似;因此,她们用它来解极度的口渴。
λαθεῖν δʼ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον.
而妇女饮酒是不可能不被发现的。
πρῶτον μὲν γὰρ οὐδʼ ἔχει οἴνου κυρείαν ἡ γυνή· πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθʼ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον.
因为首先,妇女对葡萄酒没有任何管理权;此外,她必须亲吻自己和丈夫的亲属,一直到堂表亲,并且每天在第一次见到他们时都要这样做。
λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται· τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. [ατηεναευς χ, 56 π. 440ε.
因此,由于无法预料会遇到谁,她必须保持警惕;因为只要她尝了一口,这件事就无需他人告发了。
] ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος.
[ατηεναευς χ, 56 π. 440ε.] 他还在台伯河畔建立了奥斯提亚城。
§6.11a.6Πολύβιος ἕκτῳ. [στεπη. βψζ. ϝ. Ὠστία. ]
波利比乌斯第六卷。
§6.11a.7ὅτι Λεύκιος ὁ Δημαράτου τοῦ Κορινθίου υἱὸς εἰς Ῥώμην ὥρμησε πιστεύων αὑτῷ τε καὶ τοῖς χρήμασι, πεπεισμένος οὐδενὸς ἔλαττον ἕξειν ἐν τῇ πολιτείᾳ [διά] τινας ἀφορμάς, ἔχων γυναῖκα χρησίμην τά τʼ ἄλλα καὶ πρὸς πᾶσαν ἐπιβολὴν πραγματικὴν εὐφυῆ συνεργόν.
[στεπη. βψζ. ϝ. Ὠστία.] 哥林多人德马拉托斯之子卢基乌斯,凭借着对自己及其财富的信心,前往罗马,确信自己通过某些资源在政体中将不亚于任何人,并有一位不仅在其他方面有用、且对所有实际企划都具有天然才干的贤内助妻子。
παραγενόμενος δʼ εἰς τὴν Ῥώμην καὶ τυχὼν τῆς πολιτείας, εὐθέως ἡρμόσατο πρὸς τὴν τοῦ βασιλέως ἀρέσκειαν.
到达罗马并获得公民权后,他立刻使自己迎合国王的喜好。
ταχὺ δὲ καὶ διὰ τὴν χορηγίαν καὶ διὰ τὴν τῆς φύσεως ἐπιδεξιότητα καὶ μάλιστα διὰ τὴν ἐκ παίδων ἀγωγήν, ἁρμόσας τῷ προεστῶτι μεγάλης ἀποδοχῆς ἔτυχε καὶ πίστεως παρʼ αὐτῷ.
很快,既由于他的资财和天资的敏捷,更由于他自幼受到的教育,他通过使自己迎合统治者,从而获得了对方极大的接纳和信任。
χρόνου δὲ προϊόντος εἰς τοῦτʼ ἦλθε παραδοχῆς ὥστε συνδιοικεῖν καὶ συγχειρίζειν τῷ Μαρκίῳ τὰ κατὰ τὴν βασιλείαν.
随着时间推移,他得到了如此程度的接纳,以至于能与马尔基乌斯共同治理和经手王国的事务。
ἐν δὲ τούτοις ἐπʼ ἀγαθῷ πᾶσι γενόμενος καὶ συνεργῶν καὶ συγκατασκευάζων τοῖς δεομένοις ἀεί τι τῶν χρησίμων, ἅμα δὲ καὶ τῇ τοῦ βίου χορηγίᾳ μεγαλοψύχως εἰς τὸ δέον ἑκάστοτε καὶ σὺν καιρῷ χρώμενος, ἐν πολλοῖς μὲν ἀπετίθετο χάριν, ἐν πᾶσι δʼ εὔνοιαν ἐνειργάσατο καὶ φήμην ἐπὶ καλοκἀγαθίᾳ καὶ τῆς βασιλείας ἔτυχεν. [ξοδ. τυρον. φολ. 109. εχξ. ϝαλες. π. 9. ξονφερ συιδαμ ϝ. Λεύκιος.
在这些事务中,他造福于众人,始终为有需要的人提供合作和安排有益的事,同时在每个需要的时刻慷慨且适时地使用其生活资财,他在许多人那里积累了感恩,在所有人中赢得了善意和高尚的声誉,并最终获得了王位。
] πρᾶγμα ποιῶν φρονίμου καὶ νουνεχοῦς ἀνδρός, §6.11a.8τὸ γνῶναι κατὰ τὸν Ἡσίοδον ὅσῳ πλέον ἥμισυ παντός. [ξοδ. υρβιν. μαργο φολ. 65]
[ξοδ. τυρον. φολ. 109. εχξ. ϝαλες. π. 9. ξονφερ συιδαμ ϝ. Λεύκιος.] 做出一个聪明且明智之人所做的事,即如赫西俄德所说,懂得“一半在何种程度上多于全部”。
§6.11a.9τὸ γὰρ μανθάνειν ἀψευστεῖν πρὸς τοὺς θεοὺς ὑπόθυψίς ἐστι τῆς πρὸς ἀλλήλους ἀληθείας. [ξοδ. υρβιν. μαργο φολ. 65]
[ξοδ. υρβιν. μαργο φολ. 65] 因为学会对神明诚实,是人与人之间真诚的基础训练。
§6.11a.10ἐν γὰρ τοῖς πλείστοις τῶν ἀνθρωπείων ἔργων οἱ μὲν κτησάμενοι πρὸς τὴν τήρησιν, οἱ δʼ ἕτοιμα παραλαβόντες πρὸς τὴν ἀπώλειαν εὐφυεῖς εἰσιν.
[ξοδ. υρβιν. μαργο φολ. 65] 因为在人类的大多数事务中,那些亲自获取财富的人擅长于保存它,而那些继承现成财富的人则擅长于失去它。
[ξοδ. υρβιν. μαργο φολ. 66 ετ εχξ. ϝατ. π. 371μ. 25, 4η. ]
[ξοδ. υρβιν. μαργο φολ. 66 ετ εχξ. ϝατ. π. 371μ. 25, 4η.]

词汇与语法注释

  1. §6.11a.1εἶναι ... ὀνομάσαι — 由 ὡς δέ τινες ἱστοροῦσιν 引导的间接引语“带对格的不定式”(AcI)结构。此处 εἶναι 与 ὀνομάσαι 作为不定式,用以陈述传闻的内容。
  2. §6.11a.4ἀδήλου τῆς ἐντυχίας οὔσης — 属格绝对结构(Genitive Absolute)。τῆς ἐντυχίας 作逻辑主语,ἀδήλου ... οὔσης 作谓语,构成表示原因的状语短语(“因为无法预料会遇到谁”)。
  3. §6.11a.7ὅτι Λεύκιος — 由 ὅτι 引导的名词性从句,属拜占庭时期摘录集(Excerpta)的典型文体。它不依赖主句动词,单独作为一个具有标题性质的陈述(“关于卢基乌斯……”)。
  4. §6.11a.8τὸ γνῶναι — 带冠词的不定式。它与前文的名词短语 πρᾶγμα ... ἀνδρός(明智之人的行为)处于同格关系,用于具体解释这一行为的内容(即懂得赫西俄德的格言)。

引用这一段

波利比奥斯, 历史 §6.11a.1-6.11a.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.11a.1-6.11a.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。