§5.93.1ταῦτα δʼ ἁρμοσάμενος διέλυε τοὺς Μεγαλοπολίτας πρὸς αὑτοὺς κατὰ τὸ τῶν Ἀχαιῶν δόγμα.
调整好这些事务后,他根据阿开亚人的决议调解了梅加洛波利斯人内部的纠纷。
§5.93.2συνέβαινε γὰρ τούτους προσφάτως ὑπὸ Κλεομένους ἐπταικότας τῇ πατρίδι καὶ τὸ δὴ λεγόμενον ἐκ θεμελίων ἐσφαλμένους πολλῶν μὲν ἐπιδεῖσθαι, πάντων δὲ σπανίζειν·
因为他们最近因克莱奥梅奈斯而使祖国遭受重创,并且正如俗话所说,被从根本上摧毁,因而需要许多东西,甚至可以说是一无所有。
§5.93.3τοῖς μὲν γὰρ φρονήμασιν ἔμενον, ταῖς δὲ χορηγίαις καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς πᾶν ἀδυνάτως εἶχον.
因为他们虽然斗志未减,但在公私财力上,对一切事情都无能为力。
§5.93.4διόπερ ἦν ἀμφισβητήσεως, φιλοτιμίας, ὀργῆς τῆς ἐν ἀλλήλοις πάντα πλήρη·
因而,一切都充满了彼此之间的争议、好胜和愤怒。
τοῦτο γὰρ δὴ φιλεῖ γίνεσθαι καὶ περὶ τὰ κοινὰ πράγματα καὶ περὶ τοὺς κατʼ ἰδίαν βίους, ὅταν ἐλλίπωσιν αἱ χορηγίαι τὰς ἑκάστων ἐπιβολάς.
因为每当财力无法满足各自的规划时,无论是在公共事务中还是在私人生活中,往往都会发生这种情况。
§5.93.5πρῶτον μὲν οὖν ἠμφισβήτουν ὑπὲρ τοῦ τειχισμοῦ τῆς πόλεως, φάσκοντες οἱ μὲν συνάγειν αὐτὴν δεῖν καὶ ποιεῖν τηλικαύτην ἡλίκην καὶ τειχίζειν ἐπιβαλλόμενοι καθίξονται καὶ φυλάττειν καιροῦ περιστάντος δυνήσονται· καὶ γὰρ νῦν παρὰ τὸ μέγεθος αὐτῆς καὶ τὴν ἐρημίαν ἐσφάλθαι.
首先,他们对城市城墙的修筑展开争论。 一方主张,应当缩小城市范围,使其维持在这样一种规模:即使动手修筑城墙也能顺利完成,且在危机来临时有能力进行防守;因为即使是最近,他们也是由于城市规模过大而人烟稀少才导致失败的。
§5.93.6πρὸς δὲ τούτοις εἰσφέρειν ᾤοντο δεῖν τοὺς κτηματικοὺς τὸ τρίτον μέρος τῆς γῆς εἰς τὴν τῶν προσλαμβανομένων οἰκητόρων ἀναπλήρωσιν.
此外,他们认为有产者应当捐出三分之一的土地,用以补充新招募的居民。
§5.93.7οἱ δʼ οὔτε τὴν πόλιν ἐλάττω ποιεῖν ὑπέμενον οὔτε τὸ τρίτον τῶν κτήσεων εὐδόκουν εἰσφέρειν μέρος.
但另一方既不能接受将城市缩小,也不同意捐出其财产的三分之一。
§5.93.8μάλιστά τε τῶν νόμων ὑπὸ Πρυτάνιδος γεγραμμένων πρὸς ἀλλήλους ἐφιλονείκουν, ὃν ἔδωκε μὲν αὐτοῖς νομοθέτην Ἀντίγονος, ἦν δὲ τῶν ἐπιφανῶν ἀνδρῶν ἐκ τοῦ Περιπάτου καὶ ταύτης τῆς αἱρέσεως.
特别是,他们围绕普里塔尼斯所制定的法律展开了激烈的争执,该人是安提柯给他们指定的立法者,也是来自逍遥学派及其学说门下的杰出人物之一。
§5.93.9τοιαύτης δʼ οὔσης τῆς ἀμφισβητήσεως ποιησάμενος Ἄρατος τὴν ἐνδεχομένην ἐπιστροφὴν κατέπαυσε τὴν φιλοτιμίαν αὐτῶν.
争端如此,阿拉托斯给予了应有的关注与干预,从而平息了他们之间的纷争。
§5.93.10ἐφʼ οἷς δʼ ἔληξαν τῆς πρὸς ἀλλήλους διαφορᾶς, γράψαντες εἰς στήλην παρὰ τὸν τῆς Ἑστίας ἀνέθεσαν βωμὸν ἐν Ὁμαρίῳ.
他们将结束彼此分歧的协议条款刻在石碑上,并将其立于奥马里翁的赫斯提亚祭坛旁。