Humanitext Reader

波利比奥斯 · 历史 §5.91.1-5.91.8

吕库古归国与阿拉托斯重整军备

第 455 段,共 1311 段 · 希腊语

内容简介

夏季开始时,斯巴达的吕库古归国并计划入侵麦塞尼亚,而接任阿开亚将军的阿拉托斯则面临军队废弛的困境,他成功通过了一项具体动员及派遣船只的决议以重整防御。

§5.91.1ἄρτι δὲ τῆς θερινῆς ὥρας ἐνισταμένης, καὶ στρατηγοῦντος Ἀγήτα μὲν τῶν Αἰτωλῶν, Ἀράτου δὲ παρειληφότος τὴν τῶν Ἀχαιῶν στρατηγίαν — ἀπὸ γὰρ τούτων ἐποιησάμεθα τοῦ συμμαχικοῦ πολέμου τὴν ἐκτροπήν — Λυκοῦργος μὲν ὁ Σπαρτιάτης ἐπανῆκε πάλιν ἐξ Αἰτωλίας·
就在夏季开始、阿格塔斯担任埃托利亚人将军、阿拉托斯接管阿开亚人将军职位之时——因为我们正是从这些事情开始暂时偏离了同盟战争的叙述——斯巴达人吕库古再次从埃托利亚返回。
§5.91.2οἱ γὰρ ἔφοροι, ψευδῆ τὴν διαβολὴν εὑρόντες, διʼ ἣν ἔφευγε, μετεπέμποντο καὶ μετεκάλουν αὖθις τὸν Λυκοῦργον.
因为监察官们发现导致他流亡的诽谤是虚假的,便再次派遣使者召回吕库古。
§5.91.3οὗτος μὲν οὖν ἐτάττετο πρὸς Πυρρίαν τὸν Αἰτωλόν, ὃς ἐτύγχανε τότε παρὰ τοῖς Ἠλείοις στρατηγὸς ὤν, περὶ τῆς εἰς τὴν Μεσσηνίαν εἰσβολῆς.
因此,他与当时正担任伊利斯人将军的埃托利亚人皮里亚斯商议,准备入侵麦塞尼亚。
§5.91.4Ἄρατος δὲ παρειλήφει τό τε ξενικὸν τὸ τῶν Ἀχαιῶν κατεφθαρμένον τάς τε πόλεις ὀλιγώρως διακειμένας πρὸς τὰς εἰς τοῦτο τὸ μέρος εἰσφορὰς διὰ τὸ τὸν πρὸ αὐτοῦ στρατηγὸν Ἐπήρατον, ὡς ἐπάνω προεῖπα, κακῶς καὶ ῥᾳθύμως κεχρῆσθαι τοῖς κοινοῖς πράγμασιν.
而阿拉托斯接管时,阿开亚人的雇佣军已经废弛,各城市对这一部分的摊派款项也持冷漠态度,因为在他之前的将军埃佩拉托斯(如我上面所说)对公共事务的处理既糟糕又懈怠。
§5.91.5οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς Ἀχαιούς, καὶ λαβὼν δόγμα περὶ τούτων, ἐνεργὸς ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν.
尽管如此,在动员了阿开亚人并获得了关于这些事务的决议后,他开始积极致力于战争的准备工作。
§5.91.6ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πεζοὺς μὲν τρέφειν μισθοφόρους ὀκτακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, τῶν δʼ Ἀχαϊκῶν ἐπιλέκτους, πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους· §5.91.7εἶναι δὲ τούτων Μεγαλοπολίτας μὲν χαλκάσπιδας, πεζοὺς μὲν πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ τοὺς ἴσους Ἀργείων.
阿开亚人决议的内容如下:维持雇佣步兵八千人、骑兵五百人;而在阿开亚人的精锐部队中,维持步兵三千人、骑兵三百人;其中应当包括梅加洛波利斯的铜盾兵步兵五百人、骑兵五十人,以及同等数量的阿耳戈斯人。
§5.91.8ἔδοξε δὲ καὶ ναῦς πλεῖν τρεῖς μὲν περὶ τὴν Ἀκτὴν καὶ τὸν Ἀργολικὸν κόλπον, τρεῖς δὲ κατὰ Πάτρας καὶ Δύμην καὶ τὴν ταύτῃ θάλατταν.
会议还决定,派出三艘船只在阿克特和阿耳戈利斯湾一带巡航,另外三艘在帕特雷、迪梅以及该地区的海域巡航。

词汇与语法注释

  1. §5.91.1ἀπὸ γὰρ τούτων ἐποιησάμεθα τοῦ συμμαχικοῦ πολέμου τὴν ἐκτροπήν — 指示代名词 `τούτων`(中性复数属格)指代暂时中断同盟战争叙述时的事件或时间节点。名词 `ἐκτροπή` 意为“偏离、旁逸”,指的是作者此前离开同盟战争的主线叙述,转而描写地中海其他地区(如罗得斯岛地震)的事务。
  2. §5.91.3ἐτάττετο πρὸς Πυρρίαν — 动词 `τάττομαι`(被动/中间语态)后接前置词 `πρός` 和宾格时,在某些语境下可表示“对敌布阵”,但在此处,由于斯巴达和埃托利亚是同盟关系,因此该表达用于协调之意,意为“与……联合行动、商议、协调计划”。
  3. §5.91.4παρειλήφει τό τε ξενικὸν ... κατεφθαρμένον τάς τε πόλεις ... διακειμένας — 过去完成时动词 `παρειλήφει`(接管/发现)支配两个宾格名词短语(`τό ... ξενικὸν` 和 `τάς ... πόλεις`)作为其宾语,并分别带完成时分词 `κατεφθαρμένον`(处于废弛状态的)和现在时分词 `διακειμένας`(处于某种态度中的),用以表达阿拉托斯就职时所接管的客观局势。

引用这一段

波利比奥斯, 历史 §5.91.1-5.91.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.91.1-5.91.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。