§5.90.1παραπλήσια δὲ τούτοις Προυσίας καὶ Μιθριδάτης, ἔτι δʼ οἱ κατὰ τὴν Ἀσίαν ὄντες δυνάσται τότε, λέγω δὲ Λυσανίαν, Ὀλύμπιχον, Λιμναῖον.
普鲁西阿斯和米特里达梯,以及当时在亚细亚的诸侯——我是指吕萨尼亚斯、奥林匹科斯、利姆奈乌斯——也[允诺了]与此相似的事物。
§5.90.2τάς γε μὴν πόλεις τὰς συνεπιλαμβανομένας αὐτοῖς κατὰ δύναμιν οὐδʼ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως οὐδείς·
至于根据自身能力援助他们的那些城市,任何人都无法轻易一一列举。
§5.90.3ὥσθʼ ὅταν μέν τις εἰς τὸν χρόνον ἐμβλέψῃ καὶ τὴν ἀρχήν, ἀφʼ οὗ συμβαίνει τὴν πόλιν αὐτῶν συνῳκίσθαι, καὶ λίαν θαυμάζειν ὡς βραχεῖ χρόνῳ μεγάλην ἐπίδοσιν εἴληφε περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως· §5.90.4ὅταν δʼ εἰς τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὴν ἔξωθεν ἐπιφορὰν καὶ συμπλήρωσιν τῆς εὐδαιμονίας, μηκέτι θαυμάζειν, μικροῦ δʼ ἐλλείπειν δοκεῖν τοῦ καθήκοντος.
因而,每当有人看到自他们的城市合并建立以来的时间及其开端时,都会极度赞叹,在如此短暂的时间里,无论是在个人生活还是在城市的公共事务中,它都取得了多么巨大的进步;但当人看到该地理位置的便利、外部的输入以及其繁荣的完备时,便不再感到惊叹,反而觉得这与理应达到的程度相比只差之毫厘。
§5.90.5ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν πρῶτον μὲν τῆς Ῥοδίων περὶ τὰ κοινὰ προστασίας — ἐπαίνου γάρ εἰσιν ἄξιοι καὶ ζήλου — δεύτερον δὲ τῆς τῶν νῦν βασιλέων μικροδοσίας καὶ τῆς τῶν ἐθνῶν καὶ πόλεων μικροληψίας, §5.90.6ἵνα μηθʼ οἱ βασιλεῖς τέτταρα καὶ πέντε προϊέμενοι τάλαντα δοκῶσί τι ποιεῖν μέγα καὶ ζητῶσι τὴν αὐτὴν ὑπάρχειν αὐτοῖς εὔνοιαν καὶ τιμὴν παρὰ τῶν Ἑλλήνων, ἣν οἱ πρὸ τοῦ βασιλεῖς εἶχον, §5.90.7αἵ τε πόλεις λαμβάνουσαι πρὸ ὀφθαλμῶν τὸ μέγεθος τῶν πρότερον δωρεῶν μὴ λανθάνωσιν ἐπὶ μικροῖς καὶ τοῖς τυχοῦσι νῦν τὰς μεγίστας καὶ καλλίστας προϊέμεναι τιμάς, §5.90.8ἀλλὰ πειρῶνται τὸ κατʼ ἀξίαν ἑκάστοις τηρεῖν, ᾧ πλεῖστον διαφέρουσιν Ἕλληνες τῶν ἄλλων ἀνθρώπων.
因此,我之所以叙述这些,首先是为了赞扬罗得斯人在公共事务上的领导作用——因为他们值得赞美和效仿——其次是为了揭示当今君主的吝啬,以及各民族和城市在接受施舍时的卑微,免得那些只拿出四、五个塔兰同的君主自以为做了什么伟大的事,并企图从希腊人那里获得与先王们相同的善意和荣誉,同时也免得各城市在将过去的馈赠规模铭记于心的同时,却在无意中为了如今微不足道且寻常的事物,而奉献出最大和最美好的荣誉,而是努力使每个人获得与其价值相符的待遇,这正是希腊人与其他人类最不相同的地方。