Humanitext Reader

波利比奥斯 · 历史 §5.89.1-5.89.9

普托利迈乌斯等诸王对罗得斯岛的具体援助

第 453 段,共 1311 段 · 希腊语

内容简介

详细列举了普托利迈乌斯、安提柯、塞琉古等诸王及其王后为罗得斯岛震后重建所允诺的巨额资金、谷物、造船木材以及派遣工匠等各项具体援助。

§5.89.1Συρακοσίων.
叙拉古人的[人民]。
ἐπηγγείλατο δὲ καὶ Πτολεμαῖος αὐτοῖς ἀργυρίου τάλαντα τριακόσια καὶ σίτου μυριάδας ἀρταβῶν ἑκατόν, ξύλα δὲ ναυπηγήσιμα δέκα πεντήρων καὶ δέκα τριήρων, πευκίνων τετραγώνων πήχεις ἐμμέτρους τετρακισμυρίους, §5.89.2καὶ χαλκοῦ νομίσματος τάλαντα χίλια, στυππίου τρισχίλιʼ, ὀθονίων ἱστοὺς τρισχιλίους, §5.89.3εἰς τὴν τοῦ κολοσσοῦ κατασκευὴν τάλαντα τρισχίλιʼ, οἰκοδόμους ἑκατόν, ὑπουργοὺς τριακοσίους καὶ πεντήκοντα, καὶ τούτοις καθʼ ἕκαστον ἔτος εἰς ὀψώνιον τάλαντα δεκατέτταρα, §5.89.4πρὸς δὲ τούτοις εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας ἀρτάβας σίτου μυρίας δισχιλίας, καὶ μὴν εἰς σιτομετρίαν δέκα τριήρων ἀρτάβας δισμυρίας.
普托利迈乌斯也向他们允诺了三百银塔兰同、一百万阿尔塔贝谷物,以及用于建造十艘五段舵船和十艘三段舵船的造船木材,和四万规度肘的方形松木木材,还有一千塔兰同的铜币、三千塔兰同的粗麻、三千匹亚麻布,为重建巨像提供三千塔兰同、一百名建筑工、三百五十名助手,并每年为这些人提供十四塔兰同的薪水,此外,他还为竞技会和祭祀提供了一万二千阿尔塔贝谷物,再为十艘三段舵船的口粮配给提供了二万阿尔塔贝谷物。
§5.89.5καὶ τούτων ἔδωκε τὰ μὲν πλεῖστα παραχρῆμα, τοῦ δʼ ἀργυρίου παντὸς τὸ τρίτον μέρος.
而在这些东西中,他立即交付了绝大部分,至于银钱,则交付了总数的三分之一。
§5.89.6παραπλησίως Ἀντίγονος ξύλʼ ἀφʼ ἑκκαιδεκαπήχους ἕως ὀκταπήχους εἰς σφηκίσκων λόγον μύρια, στρωτῆρας ἑπταπήχεις πεντακισχιλίους, σιδήρου τάλαντα τρισχίλια, πίττης τάλαντα χίλιʼ, ἄλλης ὠμῆς μετρητὰς χιλίους, ἀργυρίου πρὸς τούτοις ἑκατὸν ἐπηγγείλατο τάλαντα,
同样,安提柯允诺了用于作椽子的、长度从十六肘到八肘不等的木材一万根,七肘长的横梁五千根,铁三千塔兰同,沥青一千塔兰同,以及另外一千米特雷特的生沥青,此外还允诺了一百银塔兰同。
§5.89.7Χρυσηὶς δʼ ἡ γυνὴ δέκα μὲν σίτου μυριάδας, τρισχίλια δὲ μολίβδου τάλαντα.
他的妻子克律塞伊斯则允诺了十万阿尔塔贝谷物和三千塔兰同铅。
§5.89.8Σέλευκος δʼ ὁ πατὴρ Ἀντιόχου χωρὶς μὲν ἀτέλειαν τοῖς εἰς τὴν αὑτοῦ βασιλείαν πλοϊζομένοις, χωρὶς δὲ πεντήρεις μὲν δέκα κατηρτισμένας, σίτου δʼ εἴκοσι μυριάδας, §5.89.9καὶ μὴν ξύλων καὶ ῥητίνης καὶ τριχὸς μυριάδας πηχῶν καὶ ταλάντων χιλιάδας.
安条克的父亲塞琉古,除向航行至其王国的罗得斯人免除关税外,还另外允诺了十艘装备齐全的五段舵船、二十万阿尔塔贝谷物,以及数万肘的木材,和数千塔兰同的树脂与毛发。

词汇与语法注释

  1. 5.89.1Συρακοσίων — 位于本章开头的这个属格名词,修饰前一章(5.88.8)末尾表示“由……的人民”的名词短语(ὑπὸ τοῦ δήμου τοῦ)。虽然被分章节割断,但在语法上它们构成“由叙拉古人的人民”这一完整结构。
  2. 5.89.6εἰς σφηκίσκων λόγον — 介词 εἰς 与 λόγον 结合,构成了表示“作为……之用”、“出于……之目的”的惯用副词短语。在此处指各种长度的木材被提供用于“作为椽子之用”。
  3. 5.89.8χωρὶς μὲν... χωρὶς δὲ... — χωρίς 通常作为支配属格的介词,意为“没有”或“除……之外”,但在此处它作为副词在对比结构中发挥作用,表示“一方面单独地……,另一方面单独地……”,分别独立地列举了不同形式的援助(免税权的赋予以及船只与谷物的提供)。
  4. 5.89.9μυριάδας πηχῶν καὶ ταλάντων χιλιάδας — 此处排列了多种援助物资(木材、树脂、毛发)和多种数量单位(数万、数千、肘、塔兰同)。长度单位 πηχῶν(肘)修饰木材(ξύλων)的数量(μυριάδας),而重量单位 ταλάντων(塔兰同)修饰树脂(ῥητίνης)和毛发(τριχὸς)的数量(χιλιάδας),读者需要理解这种交错且语义对应的修饰关系。

引用这一段

波利比奥斯, 历史 §5.89.1-5.89.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.89.1-5.89.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。