Humanitext Reader

波利比奥斯 · 历史 §5.86.1-5.86.11

安条克的撤退与柯里叙利亚诸城的归顺

第 450 段,共 1311 段 · 希腊语

内容简介

拉菲亚战役以托勒密的胜利告终,安条克退往加沙。柯里叙利亚的各城市由于传统上亲近托勒密王朝,争先恐后地向获胜的托勒密归顺效忠。

§5.86.1Πτολεμαῖος δὲ διὰ μὲν τῆς φάλαγγος τὰ ὅλα διακρίνας, διὰ δὲ τῶν ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππέων καὶ μισθοφόρων πολλοὺς ἀποκτείνας κατὰ τὸ δίωγμα τῶν ὑπεναντίων, τότε μὲν ἀναχωρήσας ἐπὶ τῆς ὑπαρχούσης ηὐλίσθη παρεμβολῆς.
托勒密通过方阵决定了全局的胜负,并通过右翼的骑兵和雇佣兵在追击敌军时消灭了许多人,当时他便退回并驻扎在原有的营地中。
§5.86.2τῇ δʼ ἐπαύριον τοὺς μὲν ἰδίους νεκροὺς ἀνελόμενος καὶ θάψας, τοὺς δὲ τῶν ἐναντίων σκυλεύσας, ἀνέζευξε καὶ προῆγε πρὸς τὴν Ῥαφίαν.
第二天,他收敛并埋葬了己方的死者,剥去了敌方死者的战利品,便拔营向拉菲亚挺进。
§5.86.3ὁ δʼ Ἀντίοχος ἐκ τῆς φυγῆς ἐβούλετο μὲν εὐθέως ἔξω στρατοπεδεύειν, συναθροίσας τοὺς ἐν τοῖς συστήμασι πεφευγότας, τῶν δὲ πλείστων εἰς τὴν πόλιν πεποιημένων τὴν ἀποχώρησιν ἠναγκάσθη καὶ αὐτὸς εἰσελθεῖν.
而安条克在逃跑后,本想在城外安营扎营,召集那些以小队形式逃散的人,但由于大多数人都退入了城中,他自己也被迫进城。
§5.86.4οὗτος μὲν οὖν ὑπὸ τὴν ἑωθινὴν ἐξαγαγὼν τὸ σῳζόμενον μέρος τῆς δυνάμεως διέτεινε πρὸς Γάζαν, κἀκεῖ καταστρατοπεδεύσας καὶ διαπεμψάμενος περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως, ἐκήδευσε τοὺς τεθνεῶτας ὑποσπόνδους.
于是他在黎明前率领残存的部队开往加沙,并在那里扎营,派出使者商讨收殓死者之事,在停战协定下葬了死者。
§5.86.5ἦσαν δʼ οἱ τετελευτηκότες τῶν παρʼ Ἀντιόχου πεζοὶ μὲν οὐ πολὺ λείποντες μυρίων, ἱππεῖς δὲ πλείους τριακοσίων· ζωγρίᾳ δʼ ἑάλωσαν ὑπὲρ τοὺς τετρακισχιλίους.
安条克一派的死者中,步兵近一万人,骑兵超过三百人;被生擒的则有四千多人。
§5.86.6ἐλέφαντες δὲ τρεῖς μὲν παραχρῆμα, δύο δʼ ἐκ τῶν τραυμάτων ἀπέθανον.
战象中有三头当场死亡,两头因伤重不治死亡。
τῶν δὲ παρὰ Πτολεμαίου πεζοὶ μὲν εἰς χιλίους καὶ πεντακοσίους ἐτελεύτησαν, ἱππεῖς δʼ εἰς ἑπτακοσίους· τῶν δʼ ἐλεφάντων ἑκκαίδεκα μὲν ἀπέθανον, ᾑρέθησαν δʼ αὐτῶν οἱ πλείους.
托勒密一方的死者中,步兵约一千五百人,骑兵约七百人;至于战象,有十六头死亡,其余的大部分被俘获。
§5.86.7ἡ μὲν οὖν πρὸς Ῥαφίαν μάχη γενομένη τοῖς βασιλεῦσι περὶ Κοίλης Συρίας τοῦτον ἀπετελέσθη τὸν τρόπον·
于是,两王为了争夺柯里叙利亚而在拉菲亚展开的战斗,便以这种方式宣告结束。
§5.86.8μετὰ δὲ τὴν τῶν νεκρῶν ἀναίρεσιν Ἀντίοχος μὲν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν μετὰ τῆς δυνάμεως, Πτολεμαῖος δὲ τήν τε Ῥαφίαν καὶ τὰς ἄλλας πόλεις ἐξ ἐφόδου παρελάμβανε, πάντων τῶν πολιτευμάτων ἁμιλλωμένων ὑπὲρ τοῦ φθάσαι τοὺς πέλας περὶ τὴν ἀποκατάστασιν καὶ μετάθεσιν τὴν πρὸς αὐτόν.
在收殓死者之后,安条克率军退回本国,而托勒密则迅速接收了拉菲亚和其他城市,所有的城邦自治政权都争先恐后地争取在邻国之前向他归顺并转移效忠。
§5.86.9ἴσως μὲν οὖν εἰώθασι πάντες περὶ τοὺς τοιούτους καιροὺς ἁρμόζεσθαί πως ἀεὶ πρὸς τὸ παρόν· μάλιστα δὲ τὸ κατʼ ἐκείνους τοὺς τόπους γένος τῶν ἀνθρώπων εὐφυὲς καὶ πρόχειρον πρὸς τὰς ἐκ τοῦ καιροῦ χάριτας.
也许在这样的时刻,所有人通常总会以某种方式顺应眼前的局势;但特别是那些地区的人,天生就很擅长且敏捷于根据时局奉承迎合。
§5.86.10τότε δὲ καὶ τῆς εὐνοίας προκαθηγουμένης πρὸς τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας βασιλεῖς εἰκότως τοῦτο συνέβαινε γίνεσθαι· τῇ γὰρ οἰκίᾳ ταύτῃ μᾶλλον ἀεί πως οἱ κατὰ Κοίλην Συρίαν ὄχλοι προσκλίνουσι.
而在当时,由于对来自亚历山大里亚的君主们本已怀有先入为主的好感,这种事情的发生自然顺理成章:因为柯里叙利亚的民众在某种程度上总是更倾向于这个王室。
§5.86.11διόπερ οὐκ ἀπέλειπον ὑπερβολὴν ἀρεσκείας, στεφάνοις καὶ θυσίαις καὶ βωμοῖς καὶ παντὶ τῷ τοιούτῳ τρόπῳ τιμῶντες τὸν Πτολεμαῖον.
因此,他们不遗余力地阿谀奉承,用花冠、祭祀、祭坛以及各种类似的方式向托勒密致敬。

词汇与语法注释

  1. 5.86.1τὰ ὅλα διακρίνας — 动词 `διακρίνω` 除了有“区分”的意思外,还具有对战斗或争端“决定胜负、解决”的意思。此处以 `τὰ ὅλα`(全局、整体局势)作为宾语,意为“决定了战争的全局”。
  2. 5.86.3τῶν δὲ πλείστων εἰς τὴν πόλιν πεποιημένων τὴν ἀποχώρησιν — 这是一个以 `τῶν πλείστων` 为逻辑主语的属格绝对结构。分词 `πεποιημένων` 为完成时中间态,构成了迂回表达 `ποιέομαι τὴν ἀποχώρησιν`(进行退却,即退却)的一部分。
  3. 5.86.5οὐ πολὺ λείποντες μυρίων — 分词 `λείποντες`(“不及、缺少”)支配着表示比较或分离的属格 `μυρίων`(“一万”)。字面意思是“离一万差得不多”,即“将近一万”。
  4. 5.86.8ὑπὲρ τοῦ φθάσαι τοὺς πέλας — 介词 `ὑπέρ` 后面接冠词性不定式属格 `τοῦ φθάσαι`,用以表示目的。及物动词 `φθάνω`(“先于、抢先”)支配着宾格宾语 `τοὺς πέλας`(“邻人、他人”)。

引用这一段

波利比奥斯, 历史 §5.86.1-5.86.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.86.1-5.86.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。