§5.80.1Πτολεμαῖος δὲ ποιησάμενος τὴν πορείαν ἐπὶ Πηλουσίου, τὸ μὲν πρῶτον ἐν ταύτῃ τῇ πόλει κατέζευξε,
托勒密向佩鲁修姆进军,起初在该城安营扎寨。
§5.80.2προσαναλαβὼν δὲ τοὺς ἐφελκομένους καὶ σιτομετρήσας τὴν δύναμιν ἐκίνει, καὶ προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Κάσιον καὶ τὰ Βάραθρα καλούμενα διὰ τῆς ἀνύδρου.
在收容了掉队及后随的士兵并向军队发放口粮后,他发动军队出发,路过卡西翁山和被称为“深渊”(巴拉特拉)的地方,穿过无水之地前进。
§5.80.3διανύσας δʼ ἐπὶ τὸ προκείμενον πεμπταῖος, κατεστρατοπέδευσε πεντήκοντα σταδίους ἀποσχὼν Ῥαφίας, ἣ κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πόλεων ὡς πρὸς τὴν Αἴγυπτον.
他在第五天抵达预定目的地,在距离拉非亚五十斯塔德的地方安营扎寨;拉非亚紧邻里诺科鲁拉,是从埃及方向看去大叙利亚(柯里叙利亚)的第一座城市。
§5.80.4κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀντίοχος ἧκε τὴν δύναμιν ἔχων, παραγενόμενος δʼ εἰς Γάζαν καὶ προσαναλαβὼν ἐνταῦθα τὴν δύναμιν αὖθις προῄει βάδην.
与此同时,安条克也率军抵达,他来到加沙,在当地整顿军队后,再次缓步前进。
καὶ παραλλάξας τὴν προειρημένην πόλιν κατεστρατοπέδευσε νυκτός, ἀποσχὼν τῶν ὑπεναντίων ὡς δέκα σταδίους.
在经过前述城市后,他在夜间安营,距离敌人约十斯塔德。
§5.80.5τὸ μὲν οὖν πρῶτον ἐν τούτῳ τῷ διαστήματι γεγονότες ἀντεστρατοπέδευον ἀλλήλοις·
起初,他们就在这个距离上互相对峙安营。
§5.80.6μετὰ δέ τινας ἡμέρας Ἀντίοχος, ἅμα τόπον βουλόμενος εὐφυέστερον μεταλαβεῖν καὶ ταῖς δυνάμεσιν ἐμποιῆσαι θάρσος, προσεστρατοπέδευσε τοῖς περὶ τὸν Πτολεμαῖον, ὥστε μὴ πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν ἀλλήλων.
但几天后,安条克既想占领更有利的地形,又想鼓舞士气,便将营地移至靠近托勒密军的地方,以至于双方的营垒相距不超过五斯塔德。
§5.80.7ἐν ᾧ καιρῷ περί τε τὰς ὑδρείας καὶ προνομὰς ἐγίνοντο συμπλοκαὶ πλείους, ὁμοίως δὲ καὶ μεταξὺ τῶν στρατοπέδων ἀκροβολισμοὶ συνίσταντο, ποτὲ μὲν ἱππέων, ποτὲ δὲ καὶ πεζῶν.
在此期间,为了打水和搜寻粮草,双方发生了多次冲突,同样在两军营地之间也发生了小规模的交火,有时是骑兵,有时也是步兵。