Humanitext Reader

波利比奥斯 · 历史 §5.79.1-5.79.13

拉菲亚战役前两军兵力与编制

第 443 段,共 1311 段 · 希腊语

内容简介

随着春季的到来,托勒密和安条克动员各自的军队准备拉菲亚战役,两军的具体兵力和部队编制被详细记录。

§5.79.1χώρησε μετὰ τῆς δυνάμεως εἰς Πέργαμον·
率领军队退回帕加马。
Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, τῆς ἐαρινῆς ὥρας ἐνισταμένης, ἑτοίμας ἔχοντες τὰς παρασκευὰς ἐγίνοντο πρὸς τῷ διὰ μάχης κρίνειν τὴν ἔφοδον.
而安条克和托勒密在春季伊始,便已做好充分准备,致力于通过战斗来决定这场攻势的胜负。
§5.79.2οἱ μὲν οὖν περὶ τὸν Πτολεμαῖον ὥρμησαν ἐκ τῆς Ἀλεξανδρείας, ἔχοντες πεζῶν μὲν εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας ἑβδομήκοντα τρεῖς·
于是,托勒密一行人从亚历山大出发,拥有步兵约七万、骑兵五千、战象七十三头。
§5.79.3Ἀντίοχος δὲ γνοὺς τὴν ἔφοδον αὐτῶν συνῆγε τὰς δυνάμεις.
安条克获悉他们的攻势,便集结了自己的军队。
ἦσαν δʼ αὗται Δάαι μὲν καὶ Καρμάνιοι καὶ Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι περὶ πεντακισχιλίους· τούτων δʼ ἅμα τὴν ἐπιμέλειαν εἶχε καὶ τὴν ἡγεμονίαν Βύττακος ὁ Μακεδών.
这些军队包括大益人、卡尔马尼亚人和基利家兵,他们以轻装步兵的方式武装,约有五千人;马其顿人比亚科斯同时负责这支军队的整训和指挥。
§5.79.4ὑπὸ δὲ Θεόδοτον τὸν Αἰτωλὸν τὸν ποιησάμενον τὴν προδοσίαν ἦσαν ἐκ πάσης ἐκλελεγμένοι τῆς βασιλείας, καθωπλισμένοι δʼ εἰς τὸν Μακεδονικὸν τρόπον, ἄνδρες μύριοι· τούτων οἱ πλείονες ἀργυράσπιδες.
在曾发动叛变的埃托利亚人塞奥多托斯指挥下,有从全国选拔出来的、以马其顿方式武装的一万人;其中大多数是银盾兵。
§5.79.5τὸ δὲ τῆς φάλαγγος πλῆθος ἦν εἰς δυσμυρίους, ἧς ἡγεῖτο Νίκαρχος καὶ Θεόδοτος ὁ καλούμενος ἡμιόλιος.
方阵的人数约为二万,由尼卡克斯和被称为“赫米奥利奥斯”的塞奥多托斯指挥。
§5.79.6πρὸς δὲ τούτοις Ἀγριᾶνες καὶ Πέρσαι τοξόται καὶ σφενδονῆται δισχίλιοι. μετὰ δὲ τούτων χίλιοι Θρᾷκες, ὧν ἡγεῖτο Μενέδημος Ἀλαβανδεύς.
此外,还有二千名阿格里安人以及波斯弓箭手和投石手;与他们在一起的是由阿拉班达人梅内德莫斯指挥的一千名色雷斯人。
§5.79.7ὑπῆρχον δὲ καὶ Μήδων καὶ Κισσίων καὶ Καδουσίων καὶ Καρμανῶν οἱ πάντες εἰς πεντακισχιλίους, οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο τοῦ Μήδου.
还有米底人、吉西亚人、卡杜西亚人和卡尔马尼亚人,总共约五千人,他们被命听从米底人阿斯帕西亚诺斯的指挥。
§5.79.8Ἄραβες δὲ καί τινες τῶν τούτοις προσχώρων ἦσαν μὲν εἰς μυρίους, ὑπετάττοντο δὲ Ζαβδιβήλῳ.
阿拉伯人以及一些与他们接壤的居民约有一万人,隶属于扎布迪贝尔。
§5.79.9τῶν δʼ ἀπὸ τῆς Ἑλλάδος μισθοφόρων ἡγεῖτο μὲν Ἱππόλοχος Θετταλός, ὑπῆρχον δὲ τὸν ἀριθμὸν εἰς πεντακισχιλίους.
来自希腊的雇佣兵由色萨利人希波洛科斯指挥,人数约为五千人。
§5.79.10Κρῆτας δὲ χιλίους μὲν καὶ πεντακοσίους εἶχε τοὺς μετʼ Εὐρυλόχου, χιλίους δὲ Νεόκρητας τοὺς ὑπὸ Ζέλυν τὸν Γορτύνιον ταττομένους· §5.79.11οἷς ἅμα συνῆσαν ἀκοντισταὶ Λυδοὶ πεντακόσιοι καὶ Κάρδακες οἱ μετὰ Λυσιμάχου τοῦ Γαλάτου χίλιοι.
克里特人方面,他拥有随同欧里洛科斯的一千五百人,以及归戈尔廷人泽利斯指挥的一千名新克里特人;与他们在一起的还有五百名吕底亚标枪手,以及在加拉太人利西马科斯带领下的一千名卡尔达克斯兵。
§5.79.12τῶν δʼ ἱππέων ἦν τὸ πᾶν πλῆθος εἰς ἑξακισχιλίους· εἶχε δὲ τῶν μὲν τετρακισχιλίων τὴν ἡγεμονίαν Ἀντίπατρος ὁ τοῦ βασιλέως ἀδελφιδοῦς, ἐπὶ δὲ τῶν λοιπῶν ἐτέτακτο Θεμίσων.
骑兵总数约为六千人;国王的侄子安提帕特指挥其中的四千人,其余的则归西米森指挥。
§5.79.13καὶ τῆς μὲν Ἀντιόχου δυνάμεως τὸ πλῆθος ἦν πεζοὶ μὲν ἑξακισμύριοι καὶ δισχίλιοι, σὺν δὲ τούτοις ἱππεῖς ἑξακισχίλιοι, θηρία δὲ δυσὶ πλείω τῶν ἑκατόν.
安条克军队的总数,包括步兵六万二千人,此外还有骑兵六千人,战象则比一百头多两头。

词汇与语法注释

  1. 5.79.1πρὸς τῷ διὰ μάχης κρίνειν — 介词 πρὸς 与与格冠词不定式 τῷ κρίνειν 连用,表示“致力于”或“专注于”某项行动。διὰ μάχης(通过战斗)是修饰该不定式的副词性短语。
  2. 5.79.4ὑπὸ δὲ Θεόδοτον — 介词 ὑπό 搭配宾格,表示归于某人的控制或指挥之下。此处表示“在塞奥多托斯指挥下(有一万人)”,修饰后面的 ἦσαν... ἄνδρες μύριοι。
  3. 5.79.7οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο — 动词 ἀκούω 后接属格(Ἀσπασιανοῦ),意为“听从”、“服从”。与格 οἷς 是被动语态动词 προσετέτακτο(被命令)的间接宾语,而该被动动词的主语是整个不定式短语 ἀκούειν Ἀσπασιανοῦ。
  4. 5.79.13δυσὶ πλείω — 与格 δυσί 是修饰比较级 πλείω(πλείονα 的缩合形式)的“差异程度与格”,表示“比一百头多两头(即102头)”。

引用这一段

波利比奥斯, 历史 §5.79.1-5.79.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.79.1-5.79.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。