§5.81.1κατὰ δὲ τὸν καιρὸν τοῦτον Θεόδοτος Αἰτωλικῇ μέν, οὐκ ἀνάνδρῳ δʼ ἐπεβάλετο τόλμῃ καὶ πράξει.
就在此时,塞奥多托斯谋划了一次既具有埃托利亚人特色、又绝非懦夫所为的大胆行动。
§5.81.2συνειδὼς γὰρ ἐκ τῆς προγεγενημένης συμβιώσεως τὴν τοῦ βασιλέως αἵρεσιν καὶ δίαιταν ποία τις ἦν, εἰσπορεύεται τρίτος γενόμενος ὑπὸ τὴν ἑωθινὴν εἰς τὸν τῶν πολεμίων χάρακα.
因为根据以往的共处,他深知国王的喜好和生活习惯是怎样的,于是在将近黎明时分,他便率领另外两人,潜入了敌人的营垒。
§5.81.3κατὰ μὲν οὖν τὴν ὄψιν ἄγνωστος ἦν διὰ τὸ σκότος, κατὰ δὲ τὴν ἐσθῆτα καὶ τὴν ἄλλην περικοπὴν ἀνεπισήμαντος διὰ τὸ ποικίλην εἶναι κἀκείνων τὴν δύναμιν.
就容貌而言,由于天色黑暗,他未被认出;而就衣服和其他装束而言,他也未引人注意,因为敌方的军队同样是由多种成分组成的。
§5.81.4ἐστοχασμένος δʼ ἐν ταῖς πρότερον ἡμέραις τῆς τοῦ βασιλέως σκηνῆς διὰ τὸ παντελῶς σύνεγγυς γίνεσθαι τοὺς ἀκροβολισμούς, ὥρμησε θρασέως ἐπʼ αὐτήν, καὶ τοὺς μὲν πρώτους πάντας διελθὼν ἔλαθε,
在前几天里,由于小规模冲突发生得极近,他已经看准了国王营帐的位置,于是他向着那里大胆冲去,穿过了所有的第一道哨兵,未被发觉。
§5.81.5παραπεσὼν δʼ εἰς τὴν σκηνήν, ἐν ᾗ χρηματίζειν εἰώθει καὶ δειπνεῖν ὁ βασιλεύς, πάντα τόπον ἐρευνήσας τοῦ μὲν βασιλέως ἀπέτυχε διὰ τὸ τὸν μὲν Πτολεμαῖον ἐκτὸς τῆς ἐπιφανοῦς καὶ χρηματιστικῆς σκηνῆς ποιεῖσθαι τὴν ἀνάπαυσιν,
他闯入国王平时处理政务和进餐的营帐,搜寻了每一个地方,却没有找到国王,因为托勒密是在那座显眼且用于办公的营帐之外休息的。
§5.81.6δύο δέ τινας τῶν αὐτοῦ κοιμωμένων τραυματίσας, καὶ τὸν ἰατρὸν τοῦ βασιλέως Ἀνδρέαν ἀποκτείνας, ἀνεχώρησε μετʼ ἀσφαλείας εἰς τὴν ἑαυτοῦ παρεμβολήν, βραχέα θορυβηθεὶς ἤδη περὶ τὴν τοῦ χάρακος ἔκπτωσιν,
但但他刺伤了两个在里面睡觉的仆从,并杀死了国王的御医安德里亚斯,随后安全撤回了自己的营地,仅在逃出敌营防线的那一刻受到了一点惊扰。
§5.81.7τῇ μὲν τόλμῃ συντετελεκὼς τὴν πρόθεσιν, τῇ δὲ προνοίᾳ διεσφαλμένος διὰ τὸ μὴ καλῶς ἐξητακέναι ποῦ τὴν ἀνάπαυσιν ὁ Πτολεμαῖος εἰώθει ποιεῖσθαι.
就这样,他在勇气上达到了目的,但在周密预见上却失败了,因为他未能仔细打听清楚托勒密平时究竟在何处休息。