Humanitext Reader

波利比奥斯 · 历史 §5.77.1-5.77.9

阿塔罗斯进军与埃奥利斯诸城的归顺

第 441 段,共 1311 段 · 希腊语

内容简介

阿凯乌斯退兵,而阿塔罗斯则率军进击,收服埃奥利斯及其周边的城市,并继续向前推进。

§5.77.1πρὸς Λακεδαιμονίους συγγένειαν·
……与斯巴达人的亲缘关系。
Ἀχαιὸς δὲ ποιησάμενος ὑφʼ ἑαυτὸν τὴν Μιλυάδα καὶ τὰ πλεῖστα μέρη τῆς Παμφυλίας ἀνέζευξε, καὶ παραγενόμενος εἰς Σάρδεις ἐπολέμει μὲν Ἀττάλῳ συνεχῶς, ἀνετείνετο δὲ Προυσίᾳ, πᾶσι δʼ ἦν φοβερὸς καὶ βαρὺς τοῖς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦσι.
阿凯乌斯在将米利亚斯和旁非利亚的大部分地区收归己有后撤军,并在抵达萨迪斯后,一方面不断与阿塔罗斯交战,另一方面又对普鲁西阿斯保持威慑,对托罗斯山脉这边的所有居民来说,他都是一个可怕而沉重的威胁。
§5.77.2κατὰ δὲ τὸν καιρόν, καθʼ ὃν Ἀχαιὸς ἐποιεῖτο τὴν ἐπὶ τοὺς Σελγεῖς στρατείαν, Ἄτταλος ἔχων τοὺς Αἰγοσάγας Γαλάτας ἐπεπορεύετο τὰς κατὰ τὴν Αἰολίδα πόλεις καὶ τὰς συνεχεῖς ταύταις, ὅσαι πρότερον Ἀχαιῷ προσεκεχωρήκεισαν διὰ τὸν φόβον·
在阿凯乌斯对塞尔盖人进行远征的期间,阿塔罗斯率领埃戈萨热斯高卢人,巡视了埃奥利斯地区的城市以及与这些城市相邻的、先前因恐惧而归顺阿凯乌斯的所有城市。
§5.77.3ὧν αἱ μὲν πλείους ἐθελοντὴν αὐτῷ προσέθεντο καὶ μετὰ χάριτος, ὀλίγαι δέ τινες τῆς βίας προσεδεήθησαν.
在这些城市中,大多数是自愿且欣然归顺他的,只有少数城市需要使用武力。
§5.77.4ἦσαν δʼ αἱ τότε μεταθέμεναι πρὸς αὐτὸν πρῶτον μὲν Κύμη καὶ Σμύρνα καὶ Φώκαια·
当时最先倒向他的城市是库美、士麦那和福凯亚。
μετὰ δὲ ταύτας Αἰγαιεῖς καὶ Τημνῖται προσεχώρησαν, καταπλαγέντες τὴν ἔφοδον·
在此之后,埃盖人和泰姆诺斯人也因对他的入侵感到恐惧而归顺。
§5.77.5ἧκον δὲ καὶ παρὰ Τηίων καὶ Κολοφωνίων πρέσβεις ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὰς πόλεις.
帖奥斯人和科洛丰人也派来使节,将他们自身和城市交托给他。
§5.77.6προσδεξάμενος δὲ καὶ τούτους ἐπὶ ταῖς συνθήκαις αἷς καὶ τὸ πρότερον, καὶ λαβὼν ὁμήρους, ἐχρημάτισε τοῖς παρὰ τῶν Σμυρναίων πρεσβευταῖς φιλανθρώπως διὰ τὸ μάλιστα τούτους τετηρηκέναι τὴν πρὸς αὐτὸν πίστιν.
阿塔罗斯也按照先前的条款接纳了他们,并收取了人质,他对士麦那的使节格外友好地接待,因为他们最坚定地保持着对他的忠诚。
§5.77.7προελθὼν δὲ κατὰ τὸ συνεχὲς καὶ διαβὰς τὸν Λύκον ποταμὸν προῆγεν ἐπὶ τὰς τῶν Μυσῶν κατοικίας, ἀπὸ δὲ τούτων γενόμενος ἧκε πρὸς Καρσέας.
他继续向前推进,渡过吕科斯河后,进军至密细亚人的定居点,并从那里出发,抵达了卡尔塞。
§5.77.8καταπληξάμενος δὲ τούτους, ὁμοίως δὲ καὶ τοὺς τὰ Δίδυμα τείχη φυλάττοντας, παρέλαβε καὶ ταῦτα τὰ χωρία, Θεμιστοκλέους αὐτὰ παραδόντος, ὃς ἐτύγχανε στρατηγὸς ὑπʼ Ἀχαιοῦ καταλελειμμένος τῶν τόπων τούτων.
他震慑了这些人,同样也震慑了防守迪迪马要塞的人,接管了这些地方,这是因为当时被阿凯乌斯留作这些地方将领的特米斯托克利将它们交了出来。
§5.77.9ὁρμήσας δʼ ἐντεῦθεν καὶ κατασύρας τὸ Ἀπίας πεδίον ὑπερέβαλε τὸ καλούμενον ὄρος Πελεκᾶντα καὶ κατέζευξε περὶ τὸν Μέγιστον ποταμόν.
他从那里出发,扫荡了阿皮亚平原,越过了被称为佩莱坎的山,并在梅吉斯图斯河附近安营扎寨。

词汇与语法注释

  1. §5.77.1πρὸς Λακεδαιμονίους συγγένειαν — 此名词短语承接前一分段(5.76.11)末尾的“τὴν ὑπάρχουσαν αὐτοῖς”(他们原有的……)以及否定动词“οὐ κατῄσχυναν”(没有玷污),延续了前文的句法结构。
  2. §5.77.1ἀνετείνετο δὲ Προυσίᾳ — 动词 ἀνατείνω 的中动语态未完成过去时,在此与与格的 Προυσίᾳ 连用,意为“对……采取敌对态度”或“威胁……”。
  3. §5.77.8ὃς ἐτύγχανε στρατηγὸς ὑπʼ Ἀχαιοῦ καταλελειμμένος — τυγχάνω 动词与补充性分词(καταλελειμμένος)连用的句型,表示“(当时)恰好是……”或“当时被……”。分词在性、数、格上与主语关系代词 ὃς 一致,补足语 στρατηγός 亦用主格。

引用这一段

波利比奥斯, 历史 §5.77.1-5.77.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.77.1-5.77.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。